1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

36

ἐπισάξας τὰ ἑαυτοῦ ὄπισθεν αὐτῶν ἤλαυνε. Καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόν (κώμη δὲ καὶ αὕτη Θρᾳκική) διασῴζεται κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώ θησαν ἅπαντες. 2.6.4 ∆έον οὖν κρίναντες περὶ τῶν συμπε σόντων αὐτοῖς δηλῶσαι τῷ ∆ούκᾳ Ἰωάννῃ τῷ καίσαρι ἐν τοῖς ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ ἀπε στάλκασι τὸν τὴν ἀποστασίαν ἐκείνῳ μηνύσοντα. Φθάσας δὲ ὁ τὴν ἀγγελίαν ἐκείνην κομίζων περὶ δείλην ἑῴαν ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν καίσαρα ἀναζητῶν. Ἰδὼν δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὢν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ καίσαρι, δρομαῖος εἴσεισι καὶ καθεύδοντα τοῦτον διυπνίσας ἀπαγγέλλει τὴν ἀποστασίαν. Ὁ δ' εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίζει τὸν υἱωνὸν κατὰ κόρρης καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπὼν ἀπώσατο. Κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθὼν τὴν αὐτὴν ἀγγελίαν κομίζει προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. 2.6.5 Εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον τὴν τυραννίδα συναινιττόμενον ὡς «ἡμεῖς μέν» φησιν «ὄψον μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ' εἰ βούλει τῆς εὐωχίας μεταλαχεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος» Ἀνακαθίσας οὖν καὶ ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἑαυτὸν ἐπερείσας εἰσαγαγεῖν τὸν ἐκεῖθεν ἐλθόντα κελεύει. Τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, «φεῦ μοι» ὁ καῖσαρ εἰπὼν εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ὄψεσιν· ἐπὶ μικρὸν δὲ καὶ τῆς ὑπήνης περιδραξάμενος, οἷον ἐν τοσούτῳ λογισμοὺς πολ λοὺς ἀνελίττων, εἰς ἓν τοῦτο ἤρεισεν ἑαυτόν, συναπο στατῆσαι κἀκεῖνον. Εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱππο κόμους καὶ τοῦ ἵππου ἐπιβὰς τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. 2.6.6 Καὶ Βυζαντίῳ δέ τινι καθ' ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερομένῳ καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμη ρικόν, «τίς, πόθεν εἰς ἀνδρῶν;» Καὶ ἐπειδὴ παρ' αὐτοῦ ἐμάνθανεν, ὅτι τε πολὺν χρυσὸν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγκαταλῦσαι αὐτῷ ὑπισχνούμενος ὡς ἅμα ἡμέρᾳ, οὗπερ ἂν βούλοιτο, βαδιεῖται. Τοῦ δὲ ἐνιστα μένου καὶ βαρέως φέροντος τοῦτο ὁ καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων, ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ἐν λόγοις καὶ δεινὸς ἐν νοήμασι πειθώ τε ἐν γλώττῃ φέρων ᾗπερ Αἰσχίνης ἄλλος ἢ ∆ημοσθένης. Συμπαραλαβὼν οὖν τὸν τοιοῦτον καταλύει ἔν τινι δωματίῳ καὶ παντοίως φιλοφρονησάμενος τραπέζης τε ἀξιώσας καὶ διαναπαύσας καλῶς παρακατέσχε τὸν ἄνδρα. 2.6.7 Κατὰ τὸ περίορθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίζοντα καταλαμ βάνειν ἐπείγεται, ὁ μὲν Βυζάντιος ἐπιθέμενος τὰς ἐφε στρίδας τοῖς ἵπποις εὐθὺ Βυζαντίδος ἐλαύνειν ἠπείγετο. Τοῦτον δὲ ὁ καῖσαρ θεασάμενος «ἔα» φησὶ «καὶ συμπο ρεύου μεθ' ἡμῶν» Ὁ δὲ μηθ' ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι' ἣν τῆς τοιαύτης φιλο φροσύνης ἠξίωται ἀγνοῶν πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. Ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς δ' οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσειε. Μὴ ὑπακούοντος δὲ προστάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις καὶ τὴν προκειμένην πορεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. Ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια εἴσοδον παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι, παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκα ταστασίαν καὶ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τοῦ Κομνηνοῦ ἀποστασίας, καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. 2.6.8 Γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. Ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι δια περῶσι τὸν