1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

36

θεραπευόντων προσδέεται, ἀλλὰ τὸ πέρας ἐπὶ πάντων ἴσον. Ὁμοίως γὰρ εἰς οὐρανὸν ἄγει τὸν πτω χεύσαντα τῷ πνεύματι, καὶ τὸν ἕνεκεν αὐτοῦ διω χθέντα, καὶ τοὺς τὸ συμπαθὲς ἐπιδειξαμένους πρὸς τὸ ὁμόφυλον. Τί οὖν φαμεν πρὸς ταῦτα; Ὅτι ἔχεται ἀλ λήλων τὰ πάντα πρὸς τὸν ἕνα σκοπὸν συννενευκότα καὶ συμπνέοντα. Ἥ τε γὰρ πτωχεία πρὸς μετανάστα σιν εὔκολος, καὶ ἡ φιλοπτωχεία τῆς πτωχείας οὐκ ἠλλοτρίωται. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν πρότερον τὸν παρόντα λόγον ἀναζητῆσαι· εἶθ' οὕτω τὴν ἐν τοῖς ἐξητασμένοις συμφωνίαν καὶ τὸν νοῦν ἐπισκέψασθαι. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Πόθεν δεδιωγμένοι, καὶ παρὰ τίνος; Ὁ μὲν οὖν πρόχειρος λόγος τὸ τῶν μαρτύρων ἡμῖν ὑποδείκνυσι στάδιον, καὶ τὸν τῆς πίστεως δρόμον ὑποσημαίνει. Ἡ γὰρ δίωξις, τὴν σύντονον τοῦ τρέχοντος περὶ τὸ τάχος σπουδὴν ἑρμηνεύει· μᾶλλον δὲ καὶ τὴν ἐν τῷ τρέχειν νίκην ὑποσημαίνει. Οὐ γὰρ ἔστιν ἑτέρως νικῆσαι τρέχοντα, μὴ κατόπιν καταλιπόντα ἑαυτοῦ τὸν συντρέχοντα. Ἐπεὶ οὖν ὅ τε πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχων, καὶ ὁ διὰ τὸ βραβεῖον διωκό μενος παρὰ τοῦ ἐχθροῦ, ἐπίσης ἔχουσι κατὰ νώτου, ὁ μὲν τὸν διαμιλλώμενον, ὁ δὲ τὸν διώκοντα· οὗτοι δέ εἰσιν οἱ τὸν τοῦ μαρτυρίου δρόμον ἀνύοντες, ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι, διωκόμενοι καὶ οὐ κατα λαμβανόμενοι· ἔοικε τὸ κεφάλαιον τῆς κατ' ἐλπίδα προκειμένης μακαριότητος, οἷόν τινα στέφανον ἐν τελευταίοις προτεθεικέναι λόγοις. Μακάριον γὰρ ὡς ἀληθῶς τὸ ἕνεκεν τοῦ Κυρίου διώκεσθαι. ∆ιὰ τί; Ὅτι τὸ παρὰ τοῦ κακοῦ ἐκδιώκεσθαι, αἴτιον ἐν τῷ ἀγαθῷ γενέσθαι καθίσταται. Ἡ γὰρ τοῦ πονηροῦ ἀλλοτρίωσις, τῆς πρὸς τὸ ἀγαθὸν οἰκειώσεως ἀφορμὴ γίνεται· ἀγαθὸν δὲ καὶ παντὸς ἀγαθοῦ ἐπέκεινα, αὐτὸς ὁ Κύριος, πρὸς ὃν ἀνατρέχει ὁ διωκόμενος. Οὐκοῦν μακάριος ὡς ἀληθῶς, ὁ συνεργῷ τῷ ἐχθρῷ πρὸς τὸ ἀγαθὸν χρώμενος. Ἐπειδὴ γὰρ ἐν μεθορίῳ κεῖται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος ἡ ἀνθρωπίνη ζωὴ, ὥσπερ ὁ τῆς ἀγαθῆς τε καὶ ὑψηλῆς ἐλπίδος ἀπολισθήσας, ἐν τῷ βαράθρῳ γίνεται· οὕτως ὁ τῆς ἁμαρτίας ἀπῳκισθεὶς, καὶ τῆς φθορᾶς ἀλλοτριωθεὶς, δικαιοσύνην τε καὶ ἀφθαρσίαν μετέρχεται. Ὥστε τῆς παρὰ τῶν τυράννων γινομένης κατὰ τῶν μαρτύρων διώξεως, τὸ μὲν εἶδος κατὰ τὸ προχείρως φαινό μενον, ἀλγεινὸν εἶναι τῇ αἰσθήσει· ὁ δὲ σκοπὸς τῶν 44.1296 γινομένων, ὑπερβαίνει πᾶσαν μακαριότητα. Κρεῖτ 44.1296 τον δ' ἂν εἴη δι' ὑποδειγμάτων ἡμᾶς τοῦ λόγου κατ ιδεῖν τὴν διάνοιαν. Τίς οὐκ οἶδεν, ὅσῳ τοῦ ἀγαπᾶσθαι τὸ ἐπιβουλεύεσθαι χαλεπώτερον κέκριται; Τοῦτο μέν τοι πολλάκις τὸ δοκοῦν χαλεπὸν, καὶ τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας πολλοῖς αἴτιον γίνεται, οἷον περὶ τοῦ Ἰωσὴφ ὁ λόγος ἐνδείκνυται· ὃς ἐπιβουλευ θεὶς παρὰ τῶν ἀδελφῶν, καὶ τῆς μετ' αὐτῶν συν διαγωγῆς ἀπελαθεὶς, διὰ τῆς πράσεως βασιλεὺς ἀν εδείχθη τῶν ἐπιβεβουλευκότων, οὐκ ἂν ἴσως προελ θὼν ἐπὶ τὸ τηλικοῦτον ἀξίωμα, μὴ τοῦ φθόνου διὰ τῆς ἐπιβουλῆς ἐκείνης τὴν βασιλείαν ὁδοποιήσαντος. Ὥσπερ τοίνυν εἴ τις τοῦ μέλλοντος τὴν γνῶσιν ἔχων, προεῖπε τῷ Ἰωσὴφ, ὅτι Ἐπιβουλευθεὶς μακάριος ἔσῃ, οὐκ ἂν ἐκ τοῦ προχείρου πιθανὸς ἔδοξε τῷ ἀκούοντι, πρὸς τὸ παραχρῆμα λυπηρὸν ὁρῶντι· οὐ γὰρ ἂν ᾠήθη δυνατὸν εἶναι κακῆς προαιρέσεως ἀγαθὸν ἀνα δειχθῆναι τὸ πέρας· οὕτω δὴ καὶ ἐνταῦθα ὁ τῶν τυ ράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς, πολὺ κατὰ τὴν αἴσθησιν τὸ ἀλγεινὸν ἔχων, δυσπαράδεκτον ποιεῖ τοῖς σαρκωδεστέροις τὴν διὰ τῶν ἀλγεινῶν αὐτοῖς προκειμένην τῆς βασιλείας ἐλπίδα· ἀλλ' ὁ Κύριος τὸ σαθρὸν ὑπεριδὼν τῆς φύσεως, προαναφωνεῖ τοῖς ἀσθενεστέροις, οἷόν ἐστι τῆς ἀγωνίας τὸ πέρας, ἵνα τῇ τῆς βασιλείας ἐλπίδι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσιν. ∆ιὰ τοῦτο χαίρει ὁ μέγας Στέφανος κύκλῳ καταλιθαζόμενος, καὶ οἷόν τινα δρόσον ἡδεῖαν προθύμως τῷ σώματι δέχεται τὰς ἐπαλλήλους τῶν λίθων νιφάδας, καὶ εὐλογίαις τοὺς μιαιφονοῦντας ἀμείβεται, μὴ στῆναι τὴν ἁμαρτίαν τούτοις αὐτοῖς ἐπευχόμενος· ἐπειδὴ καὶ τῆς ἐπαγ γελίας ἤκουσε, καὶ τὴν ἐλπίδα τοῖς φαινομένοις εἶδε συμβαίνουσαν. Ἐν βασιλείᾳ γὰρ