36
δυσάρεστος ἦν, καὶ ἐν Αἰγύπτῳ ὢν καὶ ἀπαλλαγεὶς Αἰγύπτου καὶ παρόντος Μωυσέως καὶ ἀπελθόντος. 22.5 Ἀλλ' ἐκείνους εἰς μέσον ἄγε μοι, τοὺς νήφοντας, τοὺς ἐγρηγορότας καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παρρησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον καὶ οὐ σιωπῶντα· καὶ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα ἐξέταζε. 22.6 Ἀπέτεμεν ὁ Ἡρώδης, ἀπετμήθη ὁ Ἰωάννης. Τίς οὖνἐστιν ἐν τοῖς ἁπάντων μακαρισμοῖς; τίς ζηλωτός; τίς ἀνακηρύττεται; τίς στεφανοῦται; τίς ἐγκωμιάζεται; τίς ἐπαινεῖται; τίς θαυμάζεται; τίς μέχρι σήμερον ἐλέγχει; 22.7 Οὐ καθ' ἑκάστην Ἐκκλησίαν ὁ μὲν βοᾷ· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου·» ὁ δὲ στηλιτεύεται καὶ μετὰ τελευτὴν ἐπὶ τῇ μοιχείᾳ καὶ τῇ παρανομίᾳ καὶ τῇ θρασύτητι; Σκόπει δὲ μετὰ τῶν εἰρημένων, ὅση τοῦ δεσμώτου ἡ δύναμις καὶ τοῦ τυράννου ἡ ἀσθένεια. 22.8 Ὁ μὲν γὰρ οὐκ ἴσχυσε μίαν ἐπιστομίσαι γλῶτταν, ἀλλ' ἀνελὼν αὐτήν, μυρία ἀντ' ἐκείνης καὶ μετ' ἐκείνης ἠνέῳξε στόματα· ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγήν -οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν-, καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. 22.9 Ἕκαστος γὰρ τὸ Εὐαγγέλιον ἀναγινώσκων τοῦτο, λέγει· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου»· καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἴκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον. 22.10 Τί τοίνυν ἀπὸ τῆς τελευτῆς παρεβλάβη ὁ δίκαιος ἐκεῖνος; τί δὲ ἀπὸ τοῦ βιαίου θανάτου; τί δὲ ἀπὸ τῆς ἁλύσεως; τί δὲ ἀπὸ τοῦ δεσμωτηρίου; Τίνας δὲ οὐκ ὤρθωσε τῶν νοῦν ἐχόντων, ἀφ' ὧν εἶπεν, ἀφ' ὧν ἔπαθεν, ἀφ' ὧν ἔτι καὶ νῦν κηρύττει τὰ αὐτὰ ἃ καὶ τότε ζῶν; Μὴ τοίνυν λέγε· «∆ιὰ τί συνεχωρήθη ἀποθανεῖν;» Οὐ γὰρ θάνατος ἦν, ἀλλὰ στέφανος τὸ γεγενημένον, οὐ τελευτή, ἀλλὰ μείζονος ζωῆς προοίμια. Μάθε φιλοσοφεῖν καὶ οὐ μόνον οὐδὲν ἐκ τῶν τοιούτων βλαβήσῃ, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς. 22.11 Τί δὲ ἡ Αἰγυπτία γυνή; Οὐ κατηγόρησεν; οὐκ ἐσυκοφάντησεν; οὐκ ἔδησε τὸν δίκαιον; οὐκ εἰς δεσμωτήριον ἐνέβαλεν; οὐ τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασεν αὐτῷ κίνδυνον; οὐκ ἀνεῖλε, τό γε εἰς αὐτὴν ἦκον; οὐ πονηρὰν περιέθηκε δόξαν; Τί οὖν αὐτὸν παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες, παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι' αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετή, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι' αὐτῶν τῶν κωλυμάτων μειζόνως ἀνθεῖ καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν. 22.12 Τί γὰρ μακαριώτερον γένοιτ' ἂν τοῦ νεανίσκου ἐκείνου διὰ τὴν συκοφαντίαν, διὰ τὴν ἐπιβουλήν, οὐ διὰ τὸν θρόνον τὸν ἐν Αἰγύπτῳ, οὐδὲ διὰ τὴν ἐκεῖ βασιλείαν; Πανταχοῦ γὰρ τοῖς πάθεσιν αἱ δόξαι καὶ αἱ εὐδοκιμήσεις καὶ οἱ στέφανοί εἰσι συγκεκληρωμένοι. Οὐχὶ καὶ τοῦτον 22.13 πάντες πανταχοῦ τῆς οἰκουμένης ᾄδουσι; 22.14 Καὶ χρόνου τοσούτου πλῆθος οὐκ ἐμάρανεν αὐτοῦ τὴν μνήμην, ἀλλὰ τῶν βασιλικῶν εἰκόνων λαμπρότερόν τε καὶ διαρκέστερον αἱ τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀνάκεινται εἰκόνες, ἐν τῇ Ῥωμαίων, ἐν τῇ βαρβάρων χώρᾳ, ἐν τῷ ἑκάστου συνειδότι, ἐν τῇ ἑκάστου 22.15 γλώττῃ. 22.16 Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν