37
Εὖρον καλούμενον ποταμόν. Ἀνασειράσας οὖν τὸν χαλινὸν ἐπυνθάνετο ὅθεν καὶ ὅποι πορεύονται, ἅμα δὲ καὶ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καὶ παντοίας θεραπείας ἀξιῶσαι, εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοι τήσουσι. Συντίθεται οὖν τηνικαῦτα, καὶ ὃς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. Οἱ δ' εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν ὅρκον ἐπλήρουν συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προ θύμως διαβεβαιούμενοι. 2.6.9 Ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς Τούρκους πρὸς τοὺς Κομνηνούς. Οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν ἄγραν ὑπεραγασάμενοι καὶ μάλιστα τούτων οὑμὸς πατὴρ Ἀλέξιος οὐκ εἶχον ὑφ' ἡδονῆς ὅ τι καὶ δράσαιεν. Προϋπαντήσας δὲ καὶ περιπλα κεὶς τὸν καίσαρα κατησπάζετο. Τί τὸ ἐντεῦθεν; Τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο τοῦ καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπισπεύσαντος. 2.6.10 Ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα πλὴν τῶν κατὰ τὴν Ὀρεστιάδα· ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεν νίου κατάσχεσιν τῷ μέρει τοῦ Βοτανειάτου προσέκειντο. Καταλαβόντες οὖν τὸν Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι τὴν μετ' αὐτὴν ἐκεῖθεν ἀπάραντες τὰ Σχιζὰ κατέλαβον (κώμη δὲ καὶ τοῦτο Θρᾳκική) κεῖθι τὸν χάρακα πηξά μενοι.
2.7.1 Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλ λον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦν τες ἰδεῖν. Οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντο, ἀλλ' οὐδ' οἱ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχειριζόμενοι. Στάσις δὲ ἦν ἀσύμβατος κατὰ τὸ φαινόμενον τῶν μὲν τοῦτον, τῶν δ' ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικῆς περιωπῆς ἱμειρομένων γενέσθαι. Παρῆσαν δὲ τότε καὶ οἱ ἐξ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς καῖσαρ Ἰωάννης ὁ ∆ούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ ἐπ' ὀλίγον φθάσασα τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι, ναὶ μὴν καὶ ὁ τούτων ἐπ' ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιολόγος, συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας καὶ πάντα κάλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν μηχανὴν εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι. Τοιγαροῦν καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας· ἔνθεν τοι καὶ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλατ τοῦσθαι συνέβαινεν. 2.7.2 Ὅπου γὰρ Ἰωάννης ὁ καῖσαρ ἦν, οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο· ἦν γὰρ ἀπα ράμιλλος οὗτος κατά τε φρονήματος ὄγκον καὶ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. Τί μὲν οὐκ ἔπραττον οἱ ∆οῦκαι; Τί δὲ οὐκ ἔλεγον; Τί δὲ οὐχ ὑπισ χνοῦντο ἀγαθὸν ἔσεσθαι τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπὴν Ἀλέξιος ἀναβαίῃ; Φάσκοντες ὡς «μεγίσταις ὑμᾶς δωρεαῖς καὶ τιμαῖς ἀντα μείψεται, ὡς ἑκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατο πεδάρχης ὑμῶν χρόνον ἤδη συχνὸν χρηματίσαι καὶ μέγας τῆς ἑσπέρας δομέστικος καὶ κοινῶν ἁλῶν ὑμῖν μετασχεῖν ἐν λόχοις τε καὶ τοῖς κατασυστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μελῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φεισάμενος σωτηρίας, ὄρη τε καὶ πεδιάδας μεθ' ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ' ἕνα γινώσκων, Ἀρηΐφιλός τε ὢν καὶ τοὺς γενναίους τῶν στρατιωτῶν ἐξόχως ποθῶν». 2.7.3 Ἀλλὰ ταῦτα μὲν οἱ ∆οῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον ἐν πᾶσιν αὐτὸν προτιμώμενος εἴτε διὰ τὸ φίλτρον τῆς ἀδελφότητος ἢ καὶ μᾶλλον, ὃ καὶ λεκτέον, ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε, πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ' ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ