37
κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα· εἶτα ἐπειδὴ τὸ κλυδώνιον ὑπερέσχε καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα χερσὶ καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων λαμπρότερον ἐν τῇ γυμνότητι φαινόμενον καὶ καθάπερ ἀριστέα τινὰ καὶ τροπαιοῦχον φαιδρόν, τὸ τρόπαιον ἱστῶντα τῆς σωφροσύνης. 22.17 Καὶ οὐδὲ ἐν τούτοις καταλύομεν τὴν μνήμην, ἀλλὰ περαιτέρω προϊόντες, ὁρῶμεν αὐτὸν πάλιν εἰς δεσμωτήριον ἀπαγόμενον, δεδεμένον, αὐχμῶντα, πολὺν ἐκεῖ τηκόμενον χρόνον. Καὶ διὰ ταῦτα μάλιστα θαυμάζομεν πάλιν αὐτόν, μακαρίζομεν, ἐκπληττόμεθα, ἐπαινοῦμεν. Κἂν σώφρων τις ᾖ, ἐννοῶν αὐτὸν σωφρονέστερος γίνεται· κἂν ἀκόλαστος, τάχιον τῷ διηγήματι πρὸς σωφροσύνην μεθίσταται καὶ ὑπὸ τῆς ἱστορίας ἀμείνων καθίσταται. 22.18 Ταῦτα τοίνυν ἅπαντα ἀναλέγοντες, μηδὲν θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων· καὶ ἡ τῶν ἀθλούντων ὑπομονὴ γινέσθω καρτερίας ὑμῖν διδάσκαλος καὶ πάντα τὸν βίον τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν ὁρῶντες διὰ τοιούτων ὑφαινόμενον, μὴ συγχεῖσθε, μηδὲ ταράττεσθε, μήτε τοῖς ἰδίοις, μήτε τοῖς κοινοῖς πειρασμοῖς· καὶ γὰρ καὶ ἡ Ἐκκλησία ἐξ ἀρχῆς οὕτως ἐτράφη, οὕτως ηὐξήθη. Μηδὲν οὖν ξενίζεσθε· οὐδὲν γὰρ ἀπεικὸς γέγονεν. 22.19 Ἀλλ' ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ' ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειραταὶ καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν, οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην, ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει. Ἀλλ' ἐὰν οἱ ἐπιβουλευόμενοι νήφωσιν, οὐ μόνον οὐδὲν ἐλαττοῦνται ἐντεῦθεν, ἀλλὰ καὶ μείζονα τὸν πλοῦτον τῆς ἀρετῆς συνάγουσιν· ὃ δὴ καὶ νῦν γέγονε.
23.t Κεφ. κγʹ. Ὅτι μέγιστον σημεῖον τῆς εὐδοκιμήσεως τῆς Ἐκκλησίας τὰ γινόμενα καὶ πολλοὺς ταῦτα ὠφέλησεν
23.1 Καὶ μέγιστον ἄν τις τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων
καὶ τῆς ἀνδρείας, τῆς Ἐκκλησίας ποιήσειεν. Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην· πάντα ἐκίνησεν αὐτοῦ τὰ μηχανήματα καὶ ἐμφυλίους ἀνῆψε πολέμους. 23.2 Καὶ καθάπερ ἐπὶ τοῦ Ἰώβ, νῦν μὲν τὴν ἀποβολὴν τῶν χρημάτων, νῦν δὲ τὴν ἀπαιδίαν, νῦν δὲ τὴν ἀρρωστίαν τοῦ σώματος, νῦν δὲ τῆς γυναικὸς τὴν γλῶτταν, νῦν δὲ τῶν φίλων τὰ ὀνείδη καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας ἐκίνει κατὰ τοῦ δικαίου καὶ πᾶν εἶδος μηχανημάτων προσῆγεν· οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας, διὰ φίλων, δι' ἐχθρῶν, διὰ τῶν εἰς κλῆρον τελούντων, διὰ τῶν εἰς στρατείαν καταλεγομένων, διὰ τῶν ἐπισκοπῇ τετιμημένων, διὰ πολλῶν καὶ παντοδαπῶν προσώπων τὰ παρ' ἑαυτοῦ ἐκίνησεν. 23.3 Ἀλλ' ὅμως καὶ τοσαῦτα μηχανησάμενος, οὐ μόνον αὐτὴν οὐκ ἐσάλευσεν, ἀλλὰ καὶ λαμπροτέραν ἐποίησεν. Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ