1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

38

κράτος καὶ τὴν ἰσχὺν καὶ κατ' ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν παρεμυθεῖτο τὸν ἀδελφὸν τῇ πρὸς τὴν βασιλείαν ὑποποιήσει, πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον, εἰ αὐτὸς μὲν παρὰ τῆς στρατιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφά νους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ πρόσχημα ποιοῖτο τὴν τοῦ κράτους δῆθεν ἐκχώρησιν. 2.7.4 Τοῦ καιροῦ γοῦν οὕτω τριβομένου συνεί λεκτο τὸ ὁπλιτικὸν ἅπαν περὶ τὴν σκηνὴν μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν εὐχόμενος τελεσθῆναι. Ἀναστὰς δὲ ὁ Ἰσαάκιος καὶ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο. Ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, «ἔα» φησί, «διὰ σοῦ ὁ Θεὸς τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται». Ἀναμνήσας καὶ ὧν ὁ φανείς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν πρὸς αὐτὸν ἀπεφοίβασεν. 2.7.5 Ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις ὑπηντηκὼς εἴτε τῶν κρειττόνων τις ὢν ἢ ἄλλως ἄνθρωπος τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, διορατικώτατος. Ἐδόκει δ' οὖν ἱερεὺς τὸ φαινόμενον ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνήμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὢν ἱππότην ἐφελκυσάμενος πρὸς τὸ οὖς τοῦτο δὴ τὸ τῆς ∆αυιτικῆς ἀνεφθέγξατο λύρας «ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης». Καὶ προσεῖπε τῷ λόγῳ «αὐτοκράτορ Ἀλέξιε». Ταῦτα εἰπὼν καὶ οἷον προμαν τευσάμενος ἀφανὴς ᾤχετο. Οὐδὲ γὰρ ἧν τῷ Ἀλεξίῳ ἁλώσιμος, καίτοι πανταχόσε περιπαπταίνοντι, εἴ που καὶ τοῦτον θεάσαιτο, καὶ δὴ καὶ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἴ που καὶ καταλάβοιτο, ἵνα τίς τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. Ἀλλ' ὅμως ἀφανέστα τον ἦν τὸ θεαθέν. 2.7.6 Ἐκεῖθεν δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθά νετο καὶ τὸ ἀπόρρητον ἠξίου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ ἐῴκει, μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν μυστικῶς πρὸς αὐτὸν ἐξωρχεῖτο. Αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγού μενος καὶ φενάκην εἶναι ἐφθέγγετο, κατὰ νοῦν δὲ ἕλκων τὸν φανέντα ἐκείνῳ ἱεροπρεπῆ ἄνδρα εἰς τὸν τῆς βροντῆς υἱὸν θεολόγον παρείκαζεν. 2.7.7 Ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καὶ ἅπερ εἶπεν ἐκεῖνος ἐν λόγοις ὁ Ἰσαά κιος ἐν τοῖς πράγμασιν ἐθεᾶτο, ἐνίστατό τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυθροβαφὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλιτικοῦ παντὸς τὴν διάπυρον ἐπι θυμίαν πρὸς τὸν Ἀλέξιον. Καὶ τὸ ἐντεῦθεν ἐξῆρχον οἱ ∆οῦκαι τῆς εὐφημίας τά τε ἄλλα τὸν ἄνδρα καὶ οὗτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. Σύναμα δὲ τούτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεῖς αὐτῶν ἀναβλα στήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. Τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν σχεδὸν ἐς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. Καὶ ἦν ἰδεῖν καινόν τι τηνικαῦτα συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἑλέσθαι μᾶλλον ἢ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν βουλομένους, ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας, καὶ τοσοῦτον ὡς μηδ' εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.

2.8.1 Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ Μελισσηνοῦ διέτρεχε φθάσαι τοῦτον μηνύουσα περὶ τὴν ∆άμαλιν μεθ' ἱκανῆς στρατιᾶς εὐφημεῖσθαί τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως οὐκ εἶχον. Τὰ δὲ κατ' αὐτοὺς κἀκεῖνος μαθὼν πρέ σβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν, οἳ καὶ καταλαβόντες ἤδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον οὑτωσί πως διεξιούσας. 2.8.2 «Ὁ Θεός με μέχρι ∆αμάλεως μετὰ τῆς ὑπ' ἐμὲ στρατιᾶς ἀσινῆ διεσώσατο. Μεμάθηκα