38
δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν. 23.4 Καὶ ταῦτα οὐχ εἷς παιδεύει μόνον, οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ πᾶς ὁ λαὸς καὶ οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων δι' ὧν πάσχουσι, δι' ὧν νικῶσι, δι' ὧν περιγίνονται τῶν ἐπιβουλευόντων, δι' ὧν ἀδάμαντος στερρότερον καὶ πέτρας ἰσχυρότερον ἅπαντα στέγουσιν, οὐχ ὅπλα κινοῦντες, οὐ πόλεμον ἀναρριπίζοντες, οὐ τόξον, οὐ βέλη ἀφιέντες, ἀλλ' ὑπομονῆς τεῖχος ἕκαστος περιβεβλημένος, ἐμμελείας, πραότητος, ἀνδρείας, τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας ἐκ πολλοῦ τοῦ περιόντος καταισχύνοντες.
24.t Κεφ. κδʹ. Ὅτι οἱ ταῦτα παρανομήσαντες καὶ ἐντεῦθεν δίκην
διδόασι
24.1 Νῦν γοῦν οὗτοι μὲν φαιδρῷ τῷ προσώπῳ, ἐλευθέροις τοῖς ὀφθαλμοῖς, παρρησίᾳ ἀφάτῳ κεχρημένοι, εἰς ἀγορὰν ἐμβάλλουσιν, ἐν οἰκίαις στρέφονται, πρὸς τὴν σύναξιν αὐτομολοῦσιν· οἱ δὲ ταῦτα ἐργασάμενοι, καθ' ἕκαστον τῶν μηχανημάτων ὧν προσάγουσιν, ἐγκαλυπτόμενοι καὶ πονηρὸν ἔνδον ἔχοντες συνειδός, τρέμοντες, δεδοικότες, οὕτω περιίασι. 24.2 Καὶ καθάπερ τὰ δυσθάνατα τῶν θηρίων μετὰ προτέραν καὶ δευτέραν πληγὴν σφοδροτέρως ἐπιπίπτοντα ταῖς αἰχμαῖς τῶν δοράτων, χαλεπωτέραν καθ' ἑαυτῶν ὠθεῖ τὴν πληγήν, τὰ τραύματα εἰς αὐτὰ τὰ σπλάγχνα δεχόμενα· καὶ τὰ κύματα ταῖς πέτραις ῥηγνύμενα, τῇ σφοδροτέρᾳ ῥύμῃ ἑαυτὰ ἀφανίζει καὶ διαλύει· οὕτω δὴ καὶ οὗτοι δι' ὧν ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν. 24.3 Οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην, ἐραστὰς ἔχουσιν, ἐπαινέτας, θαυμαστάς, ἀνακηρύττοντας, στεφανοῦντας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἀπὸ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας μυρίους, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας· οἱ δὲ ἐπιβουλεύοντες τοὺς μισοῦντας τοσούτους καὶ πολλῷ πλείους, τοὺς κατηγόρους, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς καταισχύνοντας, τοὺς ἐπαρωμένους μυρία, τοὺς ἐπιθυμοῦντας αὐτοὺς ἰδεῖν ἐν κολάσει καὶ τιμωρίᾳ. 24.4 Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ ποῖος παραστήσει λόγος; Εἰ γὰρ ἕνα τις σκανδαλίσας τοσαύτῃ κολάσει κατακρίνεται, ὡς συμφέρειν μύλον κρεμασθῆναι ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν· ἐννόησον πόσας δώσουσιν οὗτοι δίκας ἐν τῷ φοβερῷ δικαστηρίῳ τότε ἐκείνῳ, πόσας ὑποστήσονται τιμωρίας, τό γε εἰς αὐτοὺς ἧκον, τὴν οἰκουμένην ταράξαντες ἅπασαν, τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας, τοσαύτῃ πολεμήσαντες εἰρήνῃ, μυρία πανταχοῦ σκάνδαλα θέντες; 24.5 Οἱ δὲ παρ' ἐκείνων παθόντες ἅπερ ἔπαθον, μετὰ τῶν μαρτύρων, μετὰ τῶν ἀποστόλων, μετὰ τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παρρησίας. 24.6 Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς κολάσεως οὐ δυνήσονται· ἀλλὰ θήσουσι μὲν ἱκετηρίαν οὗτοι, οὐδὲν δὲ ὀνήσουσιν. Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον τοσαύτην ὑπέμεινε δίκην καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τί πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες; 24.7 Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι καὶ ὅσα τούτοις ἐοικότα ἀπὸ τῶν θείων συλλέγοντες Γραφῶν, ἑαυτοῖς μὲν τεῖχος ἀσφαλές, τοῖς δὲ ἀσθενεστέροις ἔτι φάρμακα ταῦτα κατασκευάζοντες τὰ διηγήματα, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι, τὰ ὑποκείμενα ὑμῖν ἀγαθὰ ἀναμένοντες. 24.8 Πάντως γάρ, πάντως κείσεται ὑμῖν ἀμοιβή, οὐ τῶν πόνων ἴση, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος ἄφατος. Τοιοῦτος γὰρ ὁ φιλάνθρωπος Θεός· μετὰ πολλῆς τῆς φιλοτιμίας τοὺς ἀγαθόν τι