1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

39

δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καὶ τῶν δεινῶν καθ' ὑμῶν ἐπιχειρημάτων Θεοῦ προμηθείᾳ ῥυσθέντες τῆς ἑαυτῶν πεφροντίκατε σωτηρίας. Ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει Θεοῦ νεύσει ἐξ ἀγχιστείας ὑμῖν προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ τῇ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ' αἷμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε Θεός, δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ ἀσφαλές τε καὶ ἀκατάσειστον, ὅπως μὴ παντὶ ἀνέμῳ μεταφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες ἐπ' ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. Τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖται, εἰ Θεοῦ νεύσει τῆς πόλεως παρ' ὑμῶν ἑαλωκυίας ὑμεῖς μὲν τὰ τᾶς ἑσπέρας διεξάγοιτε πράγματα θατέρου ὑμῶν ἀναρρηθέντος, ἐμοὶ δὲ τὰ τῆς Ἀσίας ἀποκληρωθῆναι ἐκχωρήσοιτε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καὶ ἀναγορευομένῳ, ὡς ἔθος τοῖς βασιλεῦσίν ἐστι, σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι, κἂν οἱ τόποι καὶ τὰ πράγματα ἡμῖν ἀπομεμέρι σται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. Καὶ οὕτως ἡμῶν ἐχόντων ἀστασίαστα δι' ἀμφοῖν διεξάγοιτο ἂν τὰ τῆς βασιλείας.» 2.8.3 Ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο. Τῇ δὲ μετ' αὐτὴν μετακαλεσάμενοι τούτους διὰ πολλῶν τὸ ἀδύ νατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλουμένου Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο. Τούτων οὕτω γινο μένων οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι' ἀκροβολισμῶν, ὡς ἐνόν, τῶν τειχῶν ἀπεπειρῶντο τῆς πόλεως. Τῇ δὲ μετ' αὐτὴν μετακαλεσάμενοι τούτους τὰ αὐτοῖς εἶπον δοκοῦντα. Τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισ σηνὸν τῷ τοῦ καίσαρος ἀξιώματι καὶ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν, ἐν ᾗ καὶ ὁ ἐπ' ὀνόματι τοῦ μεγαλομάρτυρος ∆ημη τρίου περικαλλὴς ναὸς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκείνου τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεως προσιοῦσι παρέχει. 2.8.4 Οἱ δὲ δυσχεραί νοντες ἐπὶ τούτοις, ἐπεὶ ἐφ' οἷς μὲν ἔλεγον οὐκ εἰση κούοντο, ἑώρων δὲ πολλὴν τὴν κατὰ τῆς πόλεως τοῦ ἀποστάτου παρασκευὴν καὶ παμπληθῆ τὴν ὑπ' αὐτὸν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤδη αὐτοῖς ἀποστενού μενον, δεδιότες μὴ τῆς πόλεως ἁλούσης τεθαρρηκότες οἱ Κομνηνοὶ οὐδ' ἅπερ νῦν ὑπισχνοῦνται θελήσωσι περα τῶσαι διὰ χρυσοβούλλου λόγου ταῦτα γενέσθαι ἐγγράφως δι' ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο. Κατανεύει πρὸς τοῦτο ὁ Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεὺς καὶ μετα καλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὃς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιζεν, ἀνατίθεται τούτῳ τὴν τοῦ χρυσοβούλλου γραφήν. Ὁ δ' ἐπὶ τρισὶν ἡμέραις ὑπερετί θετο ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὲν λέγων, ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσαι, ἄλλοτε δ' ὅτι τὰ γεγραμ μένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. Τοιαῦτα καὶ ἄλλα τινὰ ὁ Μαγγάνης προφασιζόμενος καὶ οἷον μαγγα νευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. 2.8.5 Ἀπάραντες δ' ἐκεῖθεν οἱ Κομνηνοὶ καταλαμβάνουσι ταχὺ τὰς καλουμένας Ἀρετάς. Τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καὶ τοῖς κάτωθεν ἱστα μένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος καὶ τὴν ἑτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἑτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοι παῖς δυσὶ πρὸς ἄρκτον καὶ δύσιν, παντὶ ἀνέμῳ καταπνεό μενος, διειδὲς ὕδωρ καὶ πότιμον ἔχων ῥέον ἀεί, φυτῶν δὲ καὶ δένδρων παντάπασιν ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. ∆ιὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς ∆ιογένης ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς χάριν οἰκήματα λαμπρὰ καὶ