40
ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. Ἐκεῖσε τοίνυν γενόμενοι πέμποντες ἀπεπειρῶντο τοῦ τείχους οὐ δι' ἑλεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τινῶν ὀργάνων, ἐπεὶ μηδ' ὁ καιρὸς ἐδίδου, ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.
2.9.1 Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν ἀποστα σίαν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην ἤδη ἐγγίσαι, τὸν δέ γε Μελισσηνὸν Νικηφόρον περὶ τὴν ∆άμαλιν φθάσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε μήτε ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρός τε ὢν καὶ μᾶλλον περι δεής, κἂν ἐν νεότητι ἀνδρικώτατος ἦν, τοσοῦτον τότε μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. Ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπαντας καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. 2.9.2 Ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο (αἱ δὲ δυνάμεις ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον καταφαίνεται), βλέπων ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῆς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων εἰς ἑτέραν ἐτράπετο γνώμην, ἵνα θωπείαις τισὶ καὶ ὑπο ποιησάμενός τινας τῶν φυλασσόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην οὕτως αἱρήσει τὴν πόλιν. 2.9.3 Ταῦτα δι' ὅλης νυκτὸς μελετήσας εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωῒ παραγίνεται ἀπαγγέλλων τὰ σκοπη θέντα καὶ ἀξιῶν ἅμα συνέψεσθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχη καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσ σοντας (ἦσαν γὰρ ἐκ διαφόρων), καὶ διαγνῶναι ὅπως δυνατόν ἐστιν ἁλῶναι τὴν πόλιν. Ὁ δὲ βαρέως τοὐπί ταγμα ἔφερεν, ἅτε τὸ μοναχικὸν οὔπω πρῴην περιβεβλη μένος ἄμφιον καὶ συνεὶς ὅτι καταγελῷτο ἂν ὑπὸ τῶν περὶ τὸ τεῖχος ἱσταμένων καὶ τὰς ἐπάλξεις, εἰ οὕτως τὸν πλησιασμὸν τῶν τειχῶν ἀνεδύετο. Ὅπερ καὶ πέπονθεν. Ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνηκολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. Ὁ δὲ ἐπισυνάξας τὸ ἐπισκύνιον καὶ ἔνδοθεν ὑβριζόμενος παρ' οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τὸν νοῦν. Εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ' οἷς ἂν κρίνωσι, τῶν δ' ἔξωθεν ἐπισυμβαινόντων καταφρο νεῖν. 2.9.4 Ἐπυνθάνετο οὖν, τίνες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. Ὡς δὲ ἐνθαῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε (στράτευμα δὲ τοῦτο τῆς Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον), ἐκεῖσε δὲ τοὺς ἐκ τῆς Θούλης Βαράγγους (τούτους δὴ λέγω τοὺς πελεκυφόρους βαρβάρους), ἀλλαχόσε δὲ τοὺς Νεμίτζους (ἔθνος δὲ καὶ τοῦτο βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν), φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. Οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης ἔχοντες εὔνοιαν θᾶττον ἂν τὰς ψυχὰς προδοῖεν ἢ πονηρόν τι κατ' αὐτοῦ μελετῆσαι πεισθήσονται. Οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαί νοντες πάτριον παράδοσιν καὶ οἷον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου διαδεχόμενοι τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. Τῶν δέ γε Νεμίτζων ἀποπειρώμενος ἴσως οὐ πόρρω βαλεῖ σκοποῦ, ἀλλ' εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ' αὐτῶν τηρουμένου πύργου. 2.9.5 Πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ ἐκ θείας ὀμφῆς τούτους δεξά