41
μενος. ∆ιά τινος οὖν ἀποσταλέντος παρ' αὐτοῦ τὸν ἡγεμόνα τῶν Νεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ἄνωθεν προκύψας πολλά τε εἰπὼν καὶ ἀκούσας συντί θεται ταχὺ προδοῦναι τὴν πόλιν. Ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων ὁ στρατιώτης· ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ' ἐλπίδας περιχαρεῖς γενόμενοι μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.
2.10.1 Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένον χρυσό βουλλον λόγον. Καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν· ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμ μένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος πρὸς τὰς βασιλικὰς ὑπογραφὰς σὺν τῇ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο κρυψίνους ὣν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ παρεληλυθότος θηρᾶσαί τι συνοῖσον, τὸ δέ γε ἐνεστὸς ἀκριβῶς διαγνῶναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήσει. Ἀνεβάλλετο γὰρ τὴν τοῦ χρυ σοβούλλου γραφὴν ὁ Μαγγάνης μετεώρους τὰς ἐλπίδας διδοὺς τῷ Μελισσηνῷ. Ἐδεδίει γάρ, μὴ τοῦ χρυσοβούλλου τάχιον ἢ προσῆκε καταπεμφθέντος αὐτῷ, ὃς τὴν τοῦ καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τὸν καίσαρα μὲν ἀποπέμψοιτο, τῆς δὲ βασιλείας ὅλος ἐξέχοιτο, καθάπερ καὶ πρὸς τοὺς Κομνηνοὺς διαμεμηνυκὼς ἦν, καὶ σπου δάσειέ τι θρασύτερον. Καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τῷ Μαγγάνῃ περὶ τὴν ἀναβολὴν τοῦ χρυσο βούλλου λόγου τοῦ καίσαρος. 2.10.2 Τούτων οὕτω τελου μένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάζοντες οἱ πρέσβεις τὸ δρᾶμα σφοδρότερον ἐνέκειντο ἐξαιτούμενοι τὸν χρυσόβουλλον λόγον. Οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς· «Ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν ἐφ' ᾧ κατασχεῖν αὐτὴν Θεοῦ ἐπα ρήγοντος, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότῃ καὶ κυρίῳ ὑμῶν, καὶ τοῦτ' ἐπειπόντες ὡς εἴ γε κατ' ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα σοῦ πρὸς ἡμᾶς παραγενο μένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε καὶ κατὰ τὸ ἡμῖν καὶ σοὶ βουλητόν». Ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις· τὸν μέντοι. Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα τῶν Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν ἀπόπειραν ποιή σασθαι τῆς γνώμης Γιλπράκτου. καὶ εἰ διαγνοίη προθυ μούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπερ αὐτοὶ μὲν θεασά μενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύργον ἀνελθὼν θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. Ὁ δὲ μάλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὁδοιπορίαν ἀνεδέξατο, πρόθυμος ὢν ἀνὴρ ἐς πολεμικὰς πράξεις καὶ πόλεων ἐκπορθήσεις, καὶ τοῦτ' αὐτὸ τειχεσιπλήτης αὐτό χρημα εἶπες ἄν, ὃ περὶ Ἄρεως Ὅμηρος. Οἱ δὲ Κομνηνοὶ ὁπλισάμενοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως πάνυ κατα στησάμενοι βραδεῖ ποδὶ στείχοντες ἰλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. 2.10.3 Ἑσπέρας οὖν πελάσας τῷ τείχει ὁ Παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβὼν ἄνεισιν ἐπὶ τὸν πύργον μετὰ τῶν ἀμφ' αὐτόν. Οἱ δέ γε ἀμφὶ τὸν Ἀλέξιον τέως μὲν βραχύ τι πρὸ τῶν τειχῶν γεγονότες χάρακά τε βάλλονται καὶ στρατοπε δεύουσι λαμπρῶς. Καὶ βραχύ τι μέρος ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλισάμενοι τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ τό τε ψιλὸν διατάξαντες βάδην τε προϊόντες κατ' αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. Καὶ πολέμου σχῆμα διατυπώσαντες ἐσιδηρο φόρουν ξύμπαντες, ἵνα τοὺς ἐντὸς καταπλήξαιεν. Σύν θημα δὲ ἄνωθεν δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος συμμίγδην εἰσῄεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ' ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. 2.10.4 Ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ' ἣν τὸ μυστικὸν πάσχα θύομεν, ἅμα καὶ ἑστιώμεθα, ἐπινεμήσεως τετάρτης ἔτους #22 ϛφπθʹ μηνὸς Ἀπριλλίου.