42
Καὶ οὕτως ἅπαν τὸ στρατόπεδον ἐκ ξενικῆς τε καὶ ἐγχωρίου δυνάμεως ἔκ τ' αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθὸς τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν ἐξ ἠπείρου τε καὶ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες ἐν βραχεῖ χρόνῳ εἰσελη λύθασι διὰ τῆς Χαρσίου πύλης ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους περί τε τὰς τριόδους καὶ ἀμφό δους μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνου ἀφιστάμενοι, τὰ δ' ἄλλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. Τὸ δὲ δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ' οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἐπὶ τὸ χεῖρον ἀμείψαντες ἀνερυ θριάστως καὶ αὐτοί, ἅπερ οἱ βάρβαροι, ἔπραττον.
2.11.1 Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ' αὐτὸν ἐν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως ἀπό τε τῆς ἕω Νικη φόρου τοῦ Μελισσηνοῦ περὶ τὴν ∆άμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτείων μᾶλλον παραχωρῆσαι. Κατασχεθείσης δὲ τῆς πόλεως ἤδη παρὰ τῶν Κομνηνῶν μετακαλεσάμενός τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισσηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾧτινι συνείπετο καὶ σπαθάριός τις ἀνὴρ μαχιμώτατος. 2.11.2 Πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ' αὐτὸν ἀναλαβόμενος πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν πορευόμενος. Περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκε λεύετο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. Ἐγγίζων δὲ ἤδη πρὸς τὴν περαίαν ὁρᾷ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ' ᾧ τὸν Μελισσηνὸν διαπεραιῶσαι τὸν στόλον εὐτρε πίζοντα καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. Γνωρίσας οὖν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη ἐπυνθάνετο, ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ' ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἠξίου. Ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησὶ πρὸς αὐτόν· «Εἰ μή σε οὕτω καθωπλισμένον ἑώρων, περιχαρῶς ἂν ἐδεξάμην». Ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. 2.11.3 Ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἴδιον πλοῖον εἰσελεύσεως καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. Ὁ δὲ Παλαιο λόγος ὀμβριμοεργὸς ὢν ἀνὴρ οὐδὲ πρὸς βραχὺ περιμείνας ἔργου ἥπτετο. Καὶ ὡς πρὸς τὴν πρῴραν ἁλλόμενος τοὺς ἐρέτας ἐπυνθάνετο «τί» λέγων «ποιεῖτε καὶ ὅπη πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγ κεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. Ὅ ποτε μέγας δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. Καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ καὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. Πολλὴ ἡ τοῦ Βοτανειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. Οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωὴν τάς τε γυναῖκας καὶ τοὺς παῖδας προδοῦναι, ἀλλὰ δὴ τὴν πόλιν περιαθρήσαντας καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους τάς τε σημαίας καὶ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καὶ τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῷ προσελθεῖν.» 2.11.4 Οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες πάντες τῆς αὐτοῦ γνώμης γεγόνασι. Τοῦ δὲ σπαθαρίου δυσχεραί νοντος ἠπείλησεν ὁ ξιφηφόρος οὗτος Γεώργιος ὁ Παλαιο λόγος