43
αὐτοῦ που ἐπὶ τοῦ καταστρώματος τῆς νεὼς δεσμήσας καταβαλεῖν ἢ κατὰ τοῦ βυθοῦ ῥῖψαι. Εὐθὺς οὖν τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε καὶ σὺν αὐτῷ οἱ ἐρέται. Τὸν δὲ σπαθάριον δυσχεραίνοντα καὶ μὴ βουλό μενον κατὰ τοῦ καταστρώματος δεσμήσας κατέθηκε. 2.11.5 Παραπλεύσας δὲ μικρὸν ἀναλαμβάνεται τόν τε ἀκι νάκην καὶ τὴν ἀσπίδα καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποεῖτο ἤδη τὴν εὐφημίαν. Ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι παρὰ τοῦ Βοτανειάτου ἐφ' ᾧ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπερᾶσαι τὸν Μελισ σηνόν, εὐθὺς κατέσχεν αὐτὸν καὶ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. Ἀποπλεύσας οὖν ἐκεῖθεν σύναμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν τὴν εὐφη μίαν λαμπρὰν ποιούμενος. Κἀκεῖσε τοῖς ἐρέταις παύσα σθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἑστάναι ἐφ' ᾧ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾶν ἀπείργειν. 2.11.6 Μετ' ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύ σας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι φθάνει τοῦτο. Καὶ ὡς τὸν ἴδιον ἐθεάσατο ἐν αὐτῷ πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύνησιν αὐτῷ ἀπεδίδου. Ὁ δ' οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ ποτὲ ὁ Ἰθακήσιος Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. Ἐκεῖ γὰρ συμπόσιον καὶ μνηστῆρες καὶ ἅμιλλα καὶ νευρὰ καὶ τόξον, καὶ ἆθλον τῷ νική σαντι ἡ σώφρων ἔκειτο Πηνελόπη. Καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ' ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει· ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἧσαν ἄμφω. Καὶ ἡ θατέρου ἅτερον οὐκ ἐλάν θανε σχέσις, κἂν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. Ἔνθεν τοι λοξὸν βλέψας καὶ μωρὸν αὐτὸν καλέσας ἐπυνθάνετο λέγων « τί ὧδε ποιήσων ἥκεις;» Ὁ δέ φησιν «ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν.» Καὶ ὃς πρὸς αὐτόν «ἀνέχου μικρὸν καὶ εἴ μου ὁ βασιλεὺς ὑπακούσει, γνώσῃ μετ' οὐ πολύ» 2.11.7 Φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλ λογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου βαρβάρους, ὥστε δι' αὐτῶν ἐξωθῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. Ὁ δέ γε Βοτα νειάτης ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκὼς ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον· «ἀλλ' εἴ γέ μοι πείθῃ, Νικηφόρε,» φησὶν «ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομνηνοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην». Ὁ δὲ δυσανασχετῶν ὅμως ἀπῄει.
2.12.1 Ὡς δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη ἐκαρτέρουν περὶ τὸ πεδίον τοῦ μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου Συκεώτου βουλευόμενοι εἰ χρὴ πρῶτον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ' οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ καῖσαρ ἀπο στείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. Εὐθὺς οὖν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων. 2.12.2 «Ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν ἐγὼ ἤδη καὶ μόνος μήθ' υἱὸν κεκτημένος μήτ' ἀδελφὸν μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει», πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν Ἀλέξιον ἀπο τείνων τὸν λόγον «σὺ γενοῦ μοι θετὸς υἱός. Κἀγὼ οὐκ ἀφέλωμαί τι ὧν ἑκάστῳ τῶν συστρατευομένων σοι πεφι λοτίμησαι οὐδέ τινός σοι ἐξουσίας ἐπικοινωνήσω βασι λικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. Σοὶ δὲ ἡ τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκησις.» 2.12.3 Πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ καῖσαρ φθάνει τάχος πρὸς αὐτοὺς ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια