1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

44

κατεπείγων. Ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ· ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. Ἀτενίσας δ' ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον θεασά μενος ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον «τί πρὸς τὰ ἐνταῦθα;» φησὶ «καὶ τί βουλόμενος ἥκεις, συμπέν θερε;» Ὁ δέ «τελέσω μέν, ὡς ἔοικεν, οὐδέν· τὰς δὲ αὐτὰς ταῖς πρῴην καὶ αὖθις ἥκω τοῖς Κομνηνοῖς κομίσων παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. ∆ιενίσταται γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσα σθαι τῷ Ἀλεξίῳ ἐφ' ᾧ τὴν αὐτοκράτορος ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείας κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνου τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καὶ τῶν ἐρυθρῶν πεδίλων καὶ τῆς κοινῆς ἁλουρ γίδος καὶ τοῦ περὶ τὰ βασίλεια διαναπαύεσθαι γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.» Εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας αὐτῷ φησιν «Ἀπελθὼν ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα ἦσαν ἂν συμ φορώτατα πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ' ἐντεῦθεν χώραν ὅλως οὐκ ἔχει τὰ τῆς πρεσβείας. Γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας.» 2.12.4 Ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ. Ὁ δέ γε Βορῖλος τὴν τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ' αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχο λεῖται καὶ τῆς τῶν λαφύρων συλλογῆς ὅλος γεγένηται (οὖτοι δὲ μετὰ τῶν ἐξ αἵματος καὶ ἐξ ἀγχιστείας προση κόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν), ἀντικαταστῆναι διέγνω τούτοις λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμόν. Τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας, καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ τοῦ Κωνσταντινίου φόρου μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν μετ' εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν. Οἱ δὲ συνησπι κότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρε μοῦντες τέως. 2.12.5 Ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καὶ πᾶν εἶδος ἀσκήσεως, ᾗπερ οἱ ἐν ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθὼς κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διαψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ' αὐτὸν χρηματίσας οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμ πεσόντα παντάπασιν ἀγνοήσας ἐφαίνετο. Ἀλλ' εἴτε ἐκ θείας ἐπιπνοίας εἴτε καὶ τοῦ καίσαρος ὑποθεμένου (ἐλέ γετο γὰρ καὶ τοῦτο) καὶ πάλαι φιλίως πρὸς αὐτὸν διακει μένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου «μὴ χώρει» λέγων «πρὸς ἐμφυλίους πολέμους μήτ' ἀντίβαινε Θεοῦ προστάξει. Αἵμασι Χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ' εἴξας Θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.» 2.12.6 Πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. ∆εδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἀπονε νευκώς. Πλήρης δὲ συγχύσεως ὢν λέληθεν ἠμφιεσμένος ἔτι τὴν τοῖς βασιλεῦσι πρέπουσαν στολήν. Ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα κεκολ λημένων διὰ μαργάρων πέπλων παραλύει τηνικαῦτα τῆς ἐσθῆτος φάμενος μετά τινος μυκτῆρος καὶ σεσηρότος ἤθους ὡς «τοιοῦτον ἡμῖν ἐπ' ἀληθείας προσήκει νῦν». Ὁ δὲ εἰς τὸν μέγαν τοῦ Θεοῦ νεὼν τῆς τοῦ Θεοῦ σοφίας εἰσελθὼν ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ.

3.t.1 ΑΛΕΞΙΑΣ Γʹ