1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

46

ἀπετίθετο. Καὶ κατά γε ἐμὲ κριτὴν καὶ τοὺς πολλοὺς τῶν ἀρίστων καὶ ἀληθείας ἐπιμελουμένων ὁ τοῦ παιδὸς πόθος αὐτὴν ἐν τοῖς βασιλείοις πρὸς ὀλίγον τῷ τότε κατέσχηκεν. 3.1.5 Ἀλλὰ τὰ μὲν περὶ τῆς βασιλίδος Μαρίας τοσαῦτα· ὁ δέ γε τέως τῶν σκήπτρων δραξάμενος Ἀλέξιος ὁ ἐμὸς πατὴρ εἴσω τῶν βασιλείων γενόμενος τὴν μὲν ἰδίαν σύνευ νον πεντεκαιδέκατον ἔτος ἄγουσαν σὺν ταῖς ἀδελφαῖς καὶ τῇ μητρὶ καὶ καίσαρι τῷ πρὸς πατρὸς αὐτῆς πάππῳ ἐν τῷ κάτω καταλελοίπει παλατίῳ· οὕτω γὰρ ἔφθασε καλεῖσθαι ἀπὸ τῆς τοῦ τόπου θέσεως τὴν ἐπωνυμίαν λαχόν. Αὐτὸς δὲ μετὰ τῶν ἀδελφῶν καὶ τῆς μητρὸς καὶ τῶν ἐξ ἀγχιστείας προσηκόντων αὐτῷ γαμβρῶν εἰς τὸ ὑπερκείμενον παλάτιον ἄνεισιν, ὃ καὶ Βουκολέων ἐπονομά ζεται ἐξ αἰτίας τοιᾶσδε. Καὶ γὰρ ἀγχοῦ τῶν τούτου τει χῶν λιμὴν δι' ἐγχορήγου καὶ μαρμάρων πάλαι τῶν χρόνων ᾠκοδόμητο, ὅπου ὁ λίθινος λέων ζωγρεῖ τὸν βοῦν· ἔχεται γὰρ τοῦ κέρως τοῦ βοὸς καὶ ἐξαυχενίσας αὐτὸν ἐμφύεταί πως τῷ λαιμῷ. Ἐξ οὗ δὴ καὶ Βουκολέων ὁ τόπος ὅλος ὠνόμασται τά τε ἐν ἠπείρῳ οἰκοδομήματα καὶ αὐτὸς δὴ ὁ λιμήν.

3.2.1 Πολλοὶ μὲν οὖν, ὡς ἄνωθεν εἴρηται, τὴν τῆς βασι λίδος περὶ τὰ βασίλεια καρτερίαν ὑποπτεύοντες ὑπετονθόρυζον, ὡς εἰς κῆδος ταύτην ἀγαγέσθαι μέλλει ὁ νῦν τῆς βασιλείας ἐπιδραξάμενος. Οἱ δὲ ∆οῦκαι οὐδὲν μέν τι τοιοῦτον ἐνόουν (οὐ γὰρ συνεφέροντο ταῖς τυχούσαις ἐννοίαις), ἀλλὰ τὴν τῆς μητρὸς τῶν Κομνηνῶν ἀπροφά σιστον κατ' αὐτῶν μῆνιν ἐκ μακροῦ γινώσκοντες περιδεεῖς ἦσαν ὑποπτεύοντες αὐτήν, ὡς κἀγὼ πολλάκις διηγουμένων ἀκήκοα. Ἐπεὶ δὲ καὶ ὁ Παλαιολόγος Γεώργιος μετὰ τοῦ στόλου φθάσας τῆς εὐφημίας ἐξῆρχεν, οἱ περὶ τοὺς Κο μνηνοὺς προκύπτοντες ἄνωθεν κατεσίγαζον, μὴ τὴν Εἰρήνην τῷ Ἀλεξίῳ κἀν τῇ εὐφημίᾳ συνάψαντας κοινῶς εὐφημεῖν. Ὁ δ' ἐμβριμησάμενος κάτωθεν αὐτοῖς φησιν «οὐ δι' ὑμᾶς τὸν τοσοῦτον ἀγῶνα ἀνεδυσάμην αὐτός, ἀλλὰ δι' ἥν φατε Εἰρήνην». Ἅμα δὲ καὶ τοῖς ναυτικοῖς παρεκελεύετο Εἰρήνην σὺν τῷ Ἀλεξίῳ ἀνευφημεῖν. Ταῦτα ταῖς μὲν ψυχαῖς τῶν ∆ουκῶν πολὺν ἐνέβαλε θόρυβον, τοῖς δέ γε μωμοσκόποις λοιδορίας ὕλη κατὰ τῆς βασιλίδος Μαρίας ἐγένετο. 3.2.2 Ὁ δὲ βασιλεὺς Ἀλέξιος μηδ' ἐν νῷ τοιοῦτόν τι βαλλόμενος (καὶ πῶς γάρ;), ἀλλὰ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν παραλαβών, ἀνὴρ ἐν πᾶσι δραστήριος, εὐθὺς τῶν ὅλων πραγμάτων γίνεται καί, ὡς ἂν εἴπῃ τις, ὡς ἀπὸ κέντρου τῶν ἁπάντων κατάρχεται. Ἀνίσχοντος γὰρ ἡλίου εἰς τὰ βασίλεια εἰσελθών, πρὶν ἢ τὸν, ἀπὸ τῆς στά σεως κονίσαλον ἀποτινάξασθαι καὶ τὸ σῶμα διαναπαῦσαι, εὐθὺς τῆς τῶν στρατιωτικῶν ὅλος ἐγεγόνει φροντίδος. Καὶ τὸν ἀδελφὸν Ἰσαάκιον ὡς πατέρα σεβόμενος κοινωνὸν εἶχεν ἐν πᾶσιν, ἅμα καὶ τὴν μητέρα, ἐν ταῖς τῶν κοινῶν διοικήσεσιν ὑπερείδοντας, κἂν τὸ μεγαλόνουν αὐτοῦ καὶ δραστήριον οὐ πρὸς μίαν βασιλείας διοίκησιν, ἀλλὰ πολ λαῖς καὶ διαφόροις ἐξήρκει. Αὐτὸς δὲ πρὸς τὸ κατεπεῖγον ἀπονενευκὼς ἦν τὸ τῆς ἡμέρας ἐπίλοιπον καὶ τὴν ὅλην νύκτα ἐς φροντίδα καταναλώσας, τοῦ στρατιωτικοῦ πλή θους σκεδασθέντος εἰς τὸ Βυζάντιον ἅμα καὶ ἀτάκτοις ὁρμαῖς κεχρημένου, ὅπως μὲν αὐτοὺς θορύβου ἄτερ τῆς ἀτάκτου ἀνακόψῃ ὁρμῆς, ἀφροντισίαν δὲ τῷ κοινῷ τοῦ λοιποῦ περιποιήσηται. Ἐδεδίει γὰρ καὶ ἄλλως τὸ ἰταμὸν τῶν στρατιωτῶν, καὶ μᾶλλον ὅσῳπερ ἐκ διαφόρων συνεί λεκτο, μὴ καὶ κατ' αὐτοῦ χεῖρον διανοήσαιντο. 3.2.3 Ὁ δὲ καῖσαρ Ἰωάννης ὁ ∆ούκας βουλόμενος τάχιον τὴν βασι λίδα Μαρίαν ἀποσκευάσασθαι καὶ τῶν βασιλείων ἀπελάσαι ὑποψίας τε τοὺς πολλοὺς ἀπαλλάξαι ψευδοῦς ἔνθεν μὲν τὸν πατριάρχην Κοσμᾶν παντοίως ὑπεποιεῖτο ἀξιῶν τὰ ὑπὲρ αὐτῶν φρονεῖν καὶ τοῖς λόγοις τῆς τῶν Κομνηνῶν μητρὸς μηδαμῶς ὑπείκειν, ἐκεῖθεν δὲ τῇ βασιλίδι Μαρίᾳ νουνεχῶς ὑπετίθετο ἔγγραφόν τι τοῦ αὐτοκράτορος ἐξαι τησαμένην αὐτῆς τε χάριν καὶ τῆς τοῦ παιδὸς ἀσφαλείας οὕτως ἐκεῖθεν