47
ὑποχωρῆσαι, Πάτροκλον πρόφασιν ταῦτ' ἐσχηκώς. Ἔφθασε γὰρ ἀντιλαβέσθαι ταύτης, ὁπηνίκα ὁ βασιλεὺς Μιχαὴλ ὁ ∆ούκας τῆς βασιλείας ἐξέστη, καὶ τῷ μετ' αὐτὸν βεβασιλευκότι Νικηφόρῳ τῷ Βοτανειάτῃ συμ βουλεύσασθαι συναφθῆναι ταύτῃ πρὸς γάμου κοινωνίαν, ὅτι ἐξ ἀλλοδαπῆς ἐστι καὶ συγγενῶν ὄχλος οὐ προσῆν αὐτῇ, δι' ὧν ὁ βασιλεὺς ὀχλοῖτο, περί τε τοῦ γένους καὶ τῆς τοῦ σώματος ὥρας ἀπαγγέλλων πολλὰ καὶ πολλάκις ἐπαινῶν αὐτήν. 3.2.4 Καὶ γὰρ ἦν εὐμήκης μὲν τὴν ἡλικίαν καθαπερεὶ κυπάριττος, λευκὴ δὲ τὸ σῶμα ὡσεὶ χιών, πρόσ ωπον κύκλον μὲν οὐκ ἀπαρτίζον, τὸ δὲ χρῶμα δι' ὅλου ἄνθος ἠρινὸν ἢ ῥόδον ἄντικρυς. Τὰς δὲ τῶν ὀμμάτων αὐγὰς τίς ἀνθρώπων ἐξείποι; Ὀφρῦς ὑπερανεστηκυῖα καὶ πυρσή, βλέμμα χαροπόν. Ζωγράφου μὲν οὖν χεὶρ τὰ τῶν ἀνθέων πολλάκις ἐμιμήσατο χρώματα, ὁπόσα ὧραι φέρειν εἰώθασι, τὸ δὲ τῆς βασιλίδος κάλλος καὶ ἡ ἐπι λάμπουσα αὐτῇ χάρις καὶ τὸ τῶν ἠθῶν ἐπαγωγόν τε καὶ εὔχαρι ὑπὲρ λόγον καὶ τέχνην ἐφαίνετο· οὐκ Ἀπελλῆς, οὐ φειδίας οὐδέ τις τῶν ἀγαλματοποιῶν τοιοῦτόν ποτε παρή γαγεν ἄγαλμα. Καὶ ἡ μὲν τῆς Γοργοῦς κεφαλὴ λίθους ἐξ ἀνθρώπων τοὺς ὁρῶντας ἐποίει, ὡς λέγεται, τὴν δὲ ἰδὼν ἄν τις βαδίζουσαν ἢ αἴφνης ὑπαντιάσας ἐκεχήνει τε καὶ ἐπὶ ταὐτοῦ σχήματος ἐφ' ᾧ ἔτυχεν ὤν, ἵστατο ἐννεός, ὡς ἀφῃρῆσθαι τηνικαῦτα δοκεῖν καὶ ψυχὴν καὶ διάνοιαν. Ἀναλογίαν γὰρ τοιαύτην μελῶν καὶ μερῶν, τοῦ ὅλου πρὸς τὰ μέρη καὶ τούτων πρὸς τὸ ὅλον, οὐδεὶς οὐδέπω τοιαύτην ἐν ἀνθρώπου σώματι ἐθεάσατο· ἄγαλμα ἔμψυχον καὶ ἀνθρώποις φιλοκάλοις ἐράσμιον. Ἵμερος γὰρ ἄντικρυς ἦν σωματωθεὶς οἷον εἰς τόνδε τὸν περίγειον κόσμον. 3.2.5 Τού τοις οὖν ὁ καῖσαρ συγχρησάμενος τότε τὴν τοῦ βασιλέως καταμαλάττει καὶ χειροῦται ψυχήν, κἂν πολλοὶ αὐτῷ συνεβούλευον τὴν βασιλίδα ἀγαγέσθαι Εὐδοκίαν, περὶ ἦς ὑπετονθόρυζόν τινες, ὡς τῆς βασιλείας καὶ αὖθις ἱμειρο μένη τὸν Βοτανειάτην, ὁπηνίκα τὴν ∆άμαλιν κατέλαβεν ἐπειγόμενος εἰς τὴν βασίλειον ἀναχθῆναι περιωπήν, διὰ γραμμάτων ἐσφετερίζετο. Οἱ δέ, ὅτι οὐ χάριν ἑαυτῆς, ἀλλὰ τῆς ἰδίας θυγατρὸς Ζωῆς τῆς πορφυρογεννήτου. Καὶ τάχα διηνύκει ἂν τὸ σπουδαζόμενον, εἰ μή τις τῶν θερα πόντων τῆς ὁρμῆς ταύτην ἀνέκοψε, Λέων ἐκτομίας ὁ Κυδωνιάτης, πολλὰ καὶ καίρια πρὸς αὐτὴν εἰρηκώς, ἃ κατὰ μέρος ἡμῖν ἀπαγγέλλειν οὐ θέμις φύσει τὸ διαβάλλειν ἀποστρεφομένοις, τοῖς δὲ τῶν τοιούτων λογοποιοῖς πάντως καὶ περὶ τούτων μελήσει. 3.2.6 Ὁ μέντοι καῖσαρ Ἰωάννης παντοίως αὐτὸν μετελθὼν πέρας δέδωκε τῇ βουλῇ πείσας συναφθῆναι τῇ βασιλίδι Μαρίᾳ, καθὼς ὁ λόγος σαφέστερον φθάσας ἐδήλωσε, κἀντεῦθεν παρρησίαν πολλὴν ἐσχήκει πρὸς αὐτήν. Ἐπεὶ δ' ἔν τισιν ἡμέραις ταῦτ' ἐτελεῖτο, μὴ βουλομένων τῶν Κομνηνῶν ἀθρόον τῶν βασιλείων αὐτὴν ἀπελάσαι, ἅτε πολλῶν αὐτῆς εὐεργετημάτων τυχόντων παρ' ὅλον τὸν τῆς βασιλείας αὐτῆς χρόνον, οὐχ ἧττον δὲ καὶ δι' ἣν πρὸς αὐτὴν ἔσχον συνήθειαν τῇ προφάσει τῆς ἐξ ἀμφοτέρων τῶν μερῶν ξυμπεσούσης συγγενείας, πολλοὶ ἐκ πολλῶν συνείροντο λόγοι νοημάτων διαφόρων ἐξαγγελ τικοί, τῶν μὲν ἄλλως ἐκλαμβανομένων τὰ πραττόμενα, τῶν δὲ ἑτέρως, ὡς ἕκαστος εὐνοίας ἢ μίσους εἶχε τὰ πρὸς αὐτὴν τῶν εἰωθότων ἐκ προαιρέσεως καὶ μὴ ὡς ἔχουσι κρίνειν τὰ πράγματα. Καὶ δὴ στέφεται τέως ὁ Ἀλέξιος μόνος παρὰ τῆς δεξιᾶς τοῦ ἀρχιερέως Κοσμᾶ. Καὶ γὰρ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Μιχαὴλ τοῦ ∆ούκα τοῦ υἱοῦ Κωνσταντίνου αὐτοκράτορος τελευτήσαντος τοῦ ἱερωτάτου πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου μηνὸς Αὐγούστου δευτέραν ἄγοντος ἐπινεμήσεως τρισκαιδεκάτης χειροτονεῖται τηνικαῦτα οὗτος ἀνὴρ ἱεροπρεπὴς καὶ πλήρης ἁγιωσύνης. 3.2.7 Τοὺς ∆ούκας δὲ τὸ μήπω τὴν βασιλίδα τῆς βασιλικῆς ταινίας ἀξιωθῆναι ἐπὶ πλέον ἐξεδειμάτου· ἐνίσταντο δὲ ὅμως καὶ τὴν βασιλίδα Εἰρήνην τοῦ στέφους ἀξιωθῆναι. Ἔτυχε δέ τις μοναχὸς Εὐστρά τιος τὴν κλῆσιν, Γαριδᾶς τὴν ἐπωνυμίαν, τὰς οἰκήσεις