1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

48

ἀγχοῦ τῆς τοῦ Θεοῦ μεγάλης ἐκκλησίας ποιούμενος καὶ ἀρετὴν δῆθεν ὑποκρινόμενος. Οὗτος θαμὰ πρὸς τὴν μητέρα τῶν Κομνηνῶν πάλαι παραγινόμενος περὶ βασιλείας προὔλεγεν. Ἡ δὲ καὶ ἄλλως φιλομόναχος οὖσα, ἀλλὰ καὶ τοῖς τοιούτοις ὑποσαινομένη λόγοις τὴν εἰς αὐτὸν πίστιν ὁσημέραι ἐπὶ πλέον αὐξάνουσαν ἐδείκνυ κἀντεῦθεν τῷ ἀρχιερατικῷ τῆς μεγαλοπόλεως θρόνῳ ἐγκαθιδρῦσαι τοῦτον προτεθύμητο. Καὶ τὸ ἁπλοῦν καὶ ἄπραγμον τοῦ τηνικαῦτα ἀρχιερέως προφασιζομένη ἔπειθέ τινας λόγους παραιτή σεως ἐν σχήματι συμβουλῆς πρὸς αὐτὸν ἀνακινεῖν ὡς δῆθεν διὰ τὸ αὐτῷ συμφέρον τοῦτο ξυμβουλεύοντας. Ἀλλὰ τὸν ἱερὸν ἐκεῖνον ἄνδρα ἡ σκῆψις αὕτη οὐ διελάνθανε· καὶ τέλος τὴν ἰδίαν ἐπομοσάμενος κλῆσίν φησι πρὸς αὐτοὺς «νὴ τὸν Κοσμᾶν, εἰ μὴ διὰ τῶν ἐμῶν χειρῶν ἡ Εἰρήνη τοῦ στέφους ἀξιωθῇ, τοῦ ἀρχιερατικοῦ θρόνου οὐκ ἀποστήσομαι». Οἱ δὲ ἐπαναστρέψαντες ἀπαγγέλλουσι τῇ δεσποίνῃ τὰ μηνυθέντα· ἔφθασαν γὰρ ἤδη οὕτω ταύτην καλεῖν ἅπαντες τοῦ φιλομήτορος βασιλέως τοῦτο βουλο μένου. Ἑβδομαία τοίνυν μετὰ τὴν Ἀλεξίου ἀνάρρησιν καὶ ἡ αὐτοῦ ὁμευνέτις Εἰρήνη διὰ τοῦ πατριάρχου Κοσμᾶ ἀξιοῦται τοῦ στέφους.

3.3.1 Αἱ μὲν οὖν μορφαὶ τοῖν βασιλέοιν ἀμφοῖν Ἀλεξίῳ τε καὶ Εἰρήνῃ ἀμήχανοι καὶ εἰς ἅπαν ἀμίμητοι. Καὶ οὔτε γραφεὺς γράψειεν ἂν πρὸς ἀρχετυπίαν τοῦ κάλλους ὁρῶν οὔτε λιθοξόος ἄψυχον οὐσίαν οὕτω ῥυθμίσειεν, ἀλλὰ καὶ ὁ τοῦ Πολυκλείτου κανὼν ἐκεῖνος ὁ πολυθρύλλητος εἰς ἀτεχνίαν ἄντικρυς ἤρχετο, εἴ τις ἂν πρὸς τὰ τῆς φύσεως ἀγάλματα ταῦτα, λέγω δὴ τοὺς ἀριστεφεῖς αὐτο κράτορας, καὶ πρὸς τὰ τοῦ Πολυκλείτου ἐκείνου σπου δάσματα ἀποβλέψειεν. 3.3.2 Ὁ μὲν γὰρ Ἀλέξιος οὐ πάνυ μὲν ἀπὸ τῆς γῆς ἐπῆρτο ἐπὶ πολύ, εἰς εὖρος δὲ συμμέτρως πως ηὐρύνετο. Καὶ ἱστάμενος μὲν οὐ τοσοῦτον θάμβος ἐδίδου τοῖς θεωμένοις, εἰ δ' ἐπὶ τοῦ βασιλείου καθίσειεν οὗτος θρόνου καὶ γοργωπὸν σέλας ἀφήσει τῶν ὀφθαλμῶν, πρηστὴρ ἐδόκει καὶ ἄμαχον αὐγὴν ἀποστέλλειν καὶ τοῦ προσώπου καὶ τῆς ὅλης διοργανώσεως. Μέλαινα μὲν γὰρ ἡ ὀφρῦς ἑκατέρωθεν ἐκυρτοῦτο· τῇ δὲ ὀφθαλμὸς ὑπεκά θητο βλοσυρὸν ἅμα καὶ ἥμερον ἐνορῶν, ὡς ἀπό τε τῆς βολῆς τῶν ὀμμάτων καὶ τῆς στιλπνότητος τοῦ μετώπου καὶ τῶν παρειῶν τῆς σεμνότητος καὶ τοῦ ἐπιτρέχοντος αὐταῖς ἐρεύθους ὁμοῦ καὶ δεδοικέναι τε καὶ θαρρεῖν. Τῶν τε ὤμων ἡ εὐρύτης καὶ τῶν βραχιόνων τὸ στερρὸν καὶ τῶν στέρνων ἡ προβολὴ ἡροϊκὰ πάντα καὶ ὅλως εἰς θάμβος καὶ τέρψιν τοὺς πολλοὺς ἐκκαλούμενα. Τὸ γὰρ αὐτὸ τοῦ ἀνδρὸς καὶ ὥραν εἶχε καὶ χάριν καὶ βάρος καὶ ὄγκον ἀπρόσιτον. Εἰ δὲ καὶ εἰς ὁμιλίαν ἦλθεν ἐκεῖνος καὶ τὴν γλῶτταν ἐκίνησεν, εἶδες ἂν αὐτόχρημα τὴν πυρίπνουν ἐπικαθημένην τοῖς χείλεσιν ἐκείνου ῥητορικήν. Τῷ γὰρ κατακλυσμῷ τῶν ἐπιχειρημάτων πᾶσαν καὶ ἀκοὴν καὶ ψυχὴν κατεσύρετο καὶ ἀμύθητος ἦν καὶ ἄμαχος καὶ τὴν γλῶτταν ὁμοῦ καὶ τὴν χεῖρα, τὴν μὲν πρὸς δόρατος ἄφεσιν, τὴν δὲ πρὸς ἀκήρατα θέλγητρα. 3.3.3 Ἡ δέ γε βασιλὶς Εἰρήνη καὶ μήτηρ ἐμὴ μεῖράξ τε ἦν τὸ τηνικάδε καὶ οὐδέπω τὸν πεντεκαιδέκατον παραδεδραμήκει χρόνον. Θυγάτριον δὲ ἦν Ἀνδρονίκου τοῦ πρωτοτόκου υἱοῦ τοῦ καίσαρος, τὸ γένος περίβλεπτος, εἰς Ἀνδρονίκους ἐκεί νους καὶ Κωνσταντίνους τοὺς ∆ούκας ἀναφέρουσα τὴν τοῦ γένους σειράν. Ἀνίστατο μὲν γὰρ καθάπερ τι ἔρνος ὄρθιον καὶ ἀειθαλὲς συμμέτρως καὶ πλατυνομένη καὶ στε νουμένη καταλλήλως ἑκασταχοῦ τῶν μελῶν καὶ μερῶν. Καὶ ἐπέραστος μὲν ἰδεῖν, ἐπέραστος δὲ ἀκοῦσαι καὶ ὄψεώς τε καὶ ἀκοῆς ἀκόρεστον ὡς ὄντως ἄκουσμά τε καὶ θέαμα. Αὐτὸ μὲν γὰρ τὸ πρόσωπον σελήνης μὲν ἀπέ στιλβε φέγγος, οὐ μὴν εἰς κύκλον ἀκριβῆ διαπέπλαστο κατὰ τὰς Ἀσσυρίους γυναῖκας οὐδ' ἄλλως ἐξεμηκύνετο κατὰ τὰς Σκυθίδας, ἀλλ' ὑπεχαλᾶτο μικρόν πως τῆς ἀκριβείας τοῦ κύκλου. Ἀνεπέπτατο δὲ αὐτῆς ὁ λειμὼν ἀπὸ τῶν παρειῶν καὶ τὴν ῥοδωνιὰν καὶ