49
τοῖς πόρρω προὐ βάλλετο. Ὄμμα δὲ χαροπὸν καὶ σὺν ἡδονῇ φοβερὸν ἐνητένιζεν, ὡς τῶν ὁρώντων τὰ ὄμματα τῇ μὲν ἡδονῇ καὶ τῷ κάλλει ἕλκειν πρὸς ἑαυτήν, τῷ δὲ φόβῳ μύειν καταναγκάζειν οὐκ ἐχόντων ὅπως ἀποβλέψωνται ἢ ὅπως ἂν ἀποκρύψωνται. 3.3.4 Καὶ εἰ μέν τις ἦν Ἀθηνᾶ τοῖς πρῴην ἐφευρημένη ποιηταῖς τε καὶ συγγραφεῦσιν, οὐκ οἶδα ἔγωγε· μῦθον δὲ ταύτην ἀκούω περιφερόμενον καὶ περισυρόμενον· τὴν δὲ βασιλίδα ταύτην Ἀθηνᾶν εἴ τις εἶπεν ἐν τοῖς τότε χρόνοις φανεῖσαν τῷ ἀνθρωπίνῳ βίῳ ἢ καταρραγεῖσαν ἐξ οὐρανοῦ μετά τινος οὐρανίας αἴγλης καὶ ἀπροσίτου μαρμαρυγῆς, οὐκ ἂν ἐξήμαρτε τοῦ εἰκότος. Καὶ τὸ θαυμασιώτερον, ὅπερ οὐκ ἂν ἐν ἄλλῃ τῶν γυναικῶν εὑρεθείη, τοὺς μὲν ἰταμοὺς τῶν ἀνδρῶν συνέστελλε, τοῖς δ' ὑπὸ φόβου συνεσταλμένοις θαρρεῖν ἐνεδίδου ἐκ μόνης ὄψεως. Τὰ δὲ χείλη ἐμεμύκει μὲν τὰ πολλὰ καὶ ἐδείκνυ σιγῶσαν, ἔμπνουν ὡς ἀληθῶς ἄγαλμα καλλονῆς καὶ στήλην ἔμβιον εὐρυθμίας. Ἡνιόχει δὲ τὰ πολλὰ ἡ χεὶρ τῷ λόγῳ σὺν εὐρυθμίᾳ μέχρι τοῦ καρποῦ παραδεικνῦσα τὸ μετακάρπιον, καὶ εἶπες ἂν ἐλέφαντα ἐκτετορεῦσθαι παρὰ τεχνίτου τινὸς εἰς δακτύλων καὶ χειρῶν διάθεσιν. Ἡ μέντοι ἶρις τῶν ὀφθαλμῶν θάλατταν ἐμιμεῖτο γαληνιῶσαν ἐν βαθυκύμονι διαθέσει τὸ κυανοῦν ἐξαυγάζουσα· ἀντέ στιλβε δὲ καὶ τὸ λευκὸν τῶν ὀμμάτων κύκλῳ τῆς ἴριδος, καὶ χάριν ἀπέλαμπον ἄμαχον καὶ ἡδονὴν ἄφατον ἐνεδίδουν ταῖς ὄψεσι. Τοιοῦτοι μὲν τὴν ἰδέαν Εἰρήνη τε καὶ Ἀλέξιος. 3.3.5 Ὁ μέντοι θεῖος ἐμὸς Ἰσαάκιος τὴν μὲν ἡλικίαν ἐῴκει τἀδελφῷ οὐδὲ κατὰ τὰ ἄλλα πολὺ ἀπεῴκει. Ὕπωχρος μὲν οὖν ἦν αὐτὸς τὴν ὄψιν καὶ τὴν ὑπήνην οὐ πάνυ δασύς, ἀλλὰ καὶ περὶ τὰς γνάθους ψιλοτέραν εἶχε τῆς τἀδελφοῦ. Ἄμφω δὲ τἀδελφὼ κυνηγεσίοις μὲν πολλάκις ἀπένευον, ὁπηνίκα οὐ πολλή τις αὐτοῖς ἐπέρρει πραγμά των φροντίς, πολεμικοῖς δὲ μᾶλλον ἢ κυνηγετικοῖς ἔχαιρον πράγμασιν. Ἐν δὲ ταῖς ἐμβολαῖς τῶν πολέμων, οὐδ' ὁπηνίκα τῶν ταγμάτων αὐτὸς κατῆρχε, προέτρεχέ τις αὐτοῦ, ἀλλ' ἅμα τε τὴν παράταξιν ἑωράκει τῶν πολεμίων ἐκεῖνος καὶ πάντων καταφρονήσας τῶν ἄλλων ἐς μέσους ἐνέπιπτε καθάπερ τις κεραυνὸς ὀξέως διακόπτων τὰς φάλαγγας. Κἀκ τούτου ἑάλω καὶ ἅπαξ καὶ δὶς κατὰ τὴν Ἀσίαν συμμίξας Ἀγαρηνοῖς. Καὶ τοῦτο μόνον εἶχε ψόγου ἄξιον ἐν τοῖς πολέμοις οὑμὸς θεῖος, ὅτι πρὸς συμβολὰς ἀκατάσχετος ἦν.
3.4.1 Ἐπεὶ δὲ τὸν Μελισσηνὸν Νικηφόρον τῆς τοῦ καίσα ρος κατὰ τὴν ὑπόσχεσιν ἔδει ἀξίας μετειληχέναι καὶ τὸν Ἰσαάκιον δέ, πρῶτον τῶν ἀδελφῶν κατὰ χρόνον ὄντα, μείζονι ἐχρῆν τιμηθῆναι ἀξιώματι, ἕτερον δὲ ἀξίωμα πλὴν τοῦ καίσαρος οὐκ ἦν, νέον ὀνοματοποιήσας ὁ βασιλεὺς Ἀλέξιος ἀπό τε τοῦ σεβαστοῦ καὶ τοῦ αὐτοκράτορος σύν θετον ὄνομα τὸ τοῦ σεβαστοκράτορος τἀδελφῷ ἐφηρμό σατο οἱονεὶ δεύτερον βασιλέα πεποιηκώς, τὸν καίσαρα τούτου ὑποβιβάσας καὶ τρίτον ἐν ταῖς εὐφημίαις ἀριθμη σάμενος μετὰ τὴν τοῦ αὐτοκράτορος εὐφημίαν. Οὐ μὴν ἀλλὰ καὶ στέμμασιν ἐν ταῖς πανδήμοις ἡμέραις αὐτοὺς στεφανοῦσθαι προσέταττε τόν τε σεβαστοκράτορα καὶ τὸν καίσαρα κατὰ πολὺ διαφέρουσι τῇ πολυτελείᾳ τοῦ διαδήμα τος, ᾧ αὐτὸς ἐστεφάνωτο. Τὸ μὲν γὰρ βασιλικὸν διάδημα καθάπερ ἡμισφαίριον εὔγυρον τὴν κεφαλὴν διαδεῖ παντα χόθεν μαργάροις καὶ λίθοις κοσμούμενον, τοῖς μὲν ἐγκει μένοις, τοῖς δὲ καὶ ἐξηρτημένοις· ἑκατέρωθεν γὰρ τῶν κροτάφων ὁρμαθοί τινες ἀπαιωροῦνται διὰ μαργάρων καὶ λίθων καὶ τὰς παρειὰς ἐπιξέουσι, καί ἐστι τοῦτο ἐξῃρη μένον τι χρῆμα τοῖς βασιλεῦσι στολῆς. Οἱ δὲ τῶν σεβα στοκρατόρων καὶ τῶν καισάρων στέφανοι σποράδην ἔστιν ὅπου τῶν μαργάρων καὶ λίθων μετέχοντες ἄνευ τοῦ ἐπι σφαιρώματος. 3.4.2 Κατ' ἐκεῖνο δὲ καιροῦ τετίμηται καὶ ὁ Ταρωνείτης καὶ γαμβρὸς ἐπ' ἀδελφῇ τοῦ βασιλέως πρωτο σέβαστός τε καὶ πρωτοβεστιάριος, μετ' οὐ πολὺ δὲ καὶ πανυπερσέβαστος ἀναδείκνυται καὶ ξύνθωκος τῷ καίσαρι γίνεται. Πρὸς δὲ καὶ Ἀδριανὸς ὁ ἀδελφὸς αὐτοῦ πρωτο σέβαστος ἀξιοῦται περιφανέστατος·