50
καὶ Νικηφόρος ὁ ὕστατος ἀδελφὸς μέγας τε δρουγγάριος τοῦ στόλου προὐ βέβλητο καὶ εἰς τὴν τῶν σεβαστῶν καὶ οὗτος ἀνήχθη βαθμίδα. 3.4.3 Τούτων δὲ τῶν ἀξιωμάτων τὴν καινοτομίαν ὁ ἐμὸς πατὴρ προσεξεύρατο τὰ μὲν συνθείς, καθάπερ ἄνωθεν εἴρηται, τοῖς δὲ καὶ παραχρησάμενος. Τὸ μὲν γὰρ πανυπερσέβαστος καὶ σεβαστοκράτωρ καὶ ὅσα τοιαῦτα συντέθεικε, τῇ δὲ τοῦ σεβαστοῦ ἀξίᾳ παραχρησάμενος φαίνεται. Σεβαστοὶ γὰρ οἱ βασιλεῖς ἀνέκαθεν ἐπιθετικῶς ὠνομάζοντο, καὶ ἦν ἐξιδιαζόντως εἰς βασιλέα λεγόμενον τὸ τοῦ σεβαστοῦ ὄνομα· αὐτὸς δὲ εἰς τὸ κοινότερον πρῶτον κατήνεγκε τὴν τοιαύτην ἀξίαν. Εἰ γάρ τις εἰς ἐπιστήμην καί τινα ὑπερτάτην φιλοσοφίαν ἀνάγοι τὴν βασιλείαν ὥσπερ τέχνην οὖσαν τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, θαυμάσαιτο ἂν καὶ τὸν ἐμὸν πατέρα οἷόν τινα ἐπιστήμονά τε καὶ ἀρχιτέκτονα τὰ ὑπὸ τὴν βασιλείαν καινοτομοῦντα καὶ πράγματα καὶ ὀνόματα· πλὴν ὅσον οἱ μὲν τῶν λογικῶν ἐπιστημῶν προστάται διὰ σαφήνειαν τὰ τοιαῦτα τῶν ὀνομάτων ἐφεύραντο, ὁ δ' ἐπιστημονάρχης οὗτος τῆς βασιλείας Ἀλέξιος πρὸς τὸ ξυμφέρον ἅπαντα τῇ βασιλείᾳ διῳκονόμητο ξενίζων πολλάκις καὶ περὶ τὴν τάξιν τῶν πραγμάτων καὶ περὶ τὴν κλῆσιν τῶν ὀνομάτων. 3.4.4 Ὁ μέντοι ἱεροπρεπὴς ἐκεῖνος ἀνὴρ καὶ πατριάρχης Κοσμᾶς, οὗ καὶ πρότερον διεμνημονεύσαμεν, μεθ' ἡμέρας τινὰς κατὰ τὴν μνήμην τοῦ ἱεράρχου Ἰωάννου τοῦ θεολόγου τὴν ἱεροτελεστίαν τελέσας ἐν τῷ κατὰ τὸ Ἕβδομον ἐπ' ὀνόματι τοῦ ἤδη ῥηθέντος σηκῷ, τὸν ἀρχιε ρατικὸν θρόνον διαπρέψας ἔτη πέντε καὶ μῆνας ἐννέα, παραιτεῖται τὴν ἀρχιερωσύνην καὶ ἄπεισιν εἰς τὴν τοῦ Καλλίου μονήν. Ἐγχειρίζεται δὲ τοὺς τῆς ἀρχιερωσύνης οἴακας μετ' αὐτὸν ὁ προρρηθεὶς ἐκτομίας Εὐστράτιος ὁ Γαριδᾶς. 3.4.5 Ἐπεὶ δὲ ὁ τῆς βασιλίδος Μαρίας υἱὸς Κωνσταντῖνος ὁ πορφυρογέννητος μετὰ τὴν παράλυσιν τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ Μιχαὴλ τοῦ ∆ούκα τὰ ἐρυθρὰ μὲν ἑκὼν ἀπεδύσατο πέδιλα, τὰ δὲ κοινὰ καὶ μέλανα ὑπεδύσατο, Νικηφόρος ὁ Βοτανειάτης ὁ μετὰ τὸν ∆ούκαν καὶ πατέρα τοῦ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένος τὰ μὲν μέλανα ἐκεῖνον ἀποβαλεῖν διωρίσατο, ἐκ ποικίλων δὲ σηρικῶν ὑφασμάτων ὑποδήματα προσέταττε περιδεῖσθαι ὥσπερ τὸν νεανίσκον ἐπαισχυνόμενος καὶ τοῦ κάλλους ὁμοῦ καὶ τοῦ γένους ἀγάμενος. Τὸ μὲν γὰρ κόκκινον διόλου ἀπαστράπτειν αὐτῷ τῶν πεδίλων οἷον ἐφθόνει, τὸ δέ τινας τόπους ἐκ τῶν ὑφασμάτων ἀνθεῖν τὸ κόκκινον ὑπεδίδου. 3.4.6 Μετὰ δὲ τὴν τοῦ Κομνηνοῦ Ἀλεξίου ἀνάρρησιν ἡ βασιλὶς Μαρία καὶ μήτηρ ἐκείνου ταῖς ὑποθημοσύναις πεισθεῖσα τοῦ καίσαρος ἔγγραφον πίστιν ᾐτήσατο δι' ἐρυθρῶν βεβαιωθησομένην γραμμάτων καὶ σφραγῖδος χρυσῆς παρὰ τοῦ αὐτοκράτορος, ὥστε μὴ μόνον ἀσινὴς σὺν τῷ υἱῷ διατηρηθῆναι, ἀλλὰ καὶ συμ βασιλεύειν αὐτῷ κἀκεῖνον τά τε ἐρυθρὰ ὑποδιδυσκόμενον καὶ στεφηφοροῦντα καὶ ὡς βασιλέα σὺν αὐτῷ ἀναγορευό μενον. Καὶ οὐκ ἠστόχησε τῆς αἰτήσεως, ἀλλὰ λαμβάνει χρυσόβουλλον λόγον βεβαιοῦντα τὰ αὐτῆς θελήματα ἅπαντα. Τηνικαῦτα καὶ ἃ ὑπεδιδύσκετο ἐκ σηρικῶν ὑφα σμάτων περιελόντες τῶν διόλου ἐρυθρῶν ὑποδημάτων τούτῳ μεταδιδόασι κἀν ταῖς δωρεαῖς καὶ χρυσοβούλλοις λόγοις δεύτερος τοῦ λοιποῦ συνυπογράφων ἦν διὰ κιννα βάρεως τῷ βασιλεῖ Ἀλεξίῳ κἀν ταῖς προπομπαῖς μετὰ τῆς βασιλικῆς τιάρας συνεπόμενος. Ὡς δέ τινες ἔφασαν, καὶ πρὸ τῆς ἀποστασίας τὰς περὶ τούτου συνθήκας εἶχεν ἡ βασιλίς, ἵν' οὕτω τὰ κατὰ τὸν υἱὸν αὐτῆς γίνοιτο. 3.4.7 Οὕτω γοῦν τῶν βασιλείων ἐκείνη ἐξέρχεται μετὰ προ πομπῆς ἀξίας ἐν τοῖς κατὰ τὴν μονὴν τοῦ μεγάλου μάρ τυρος Γεωργίου παρὰ τοῦ ἀποβεβιωκότος Κωνσταντίνου βασιλέως τοῦ Μονομάχου οἰκοδομηθεῖσιν οἰκήμασι κατα σκηνώσουσα (Μάγγανα ταῦτα ἡ κοινὴ εἰσέτι κικλήσκει διάλεκτος), Ἰσαακίου συνεφεπομένου ταύτῃ τοῦ σεβαστο κράτορος.