51
3.5.1 Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὕτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμητο· ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ πρὸς τὰς νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων τὸν τοῦ Θεοῦ φόβον ἐνστερνι σάμενος καὶ ἐγκάρδιον ἔχων ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ, ἣν κατὰ τὴν εἰσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. Τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ εἰς ἀπόνοιαν ἄγει τὸν μηδ' ὁπωστιοῦν προσκε κρουκότα τοῖς πράγμασιν· ὁ δέ γε ἐξαμαρτών, εἴπερ ἐστὶ τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν ἐχόντων, αὐτίκα μάλα τὸν τοῦ Θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ ὅλως κατα κλονεῖται καὶ δέδοικε, καὶ μᾶλλον εἴ γε πραγμάτων μεγά λων ἐπιδραξάμενος εἴη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. ∆έος γὰρ αὐτὸν ὑποθράττει, μή πως ἀμαθίᾳ καὶ θράσει καὶ ὕβρει πορευόμενος τόν τε θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς ἀπο πεσεῖται, ὧν τέως ἐγκρατὴς γέγονεν. Οἷα καὶ τῷ Σαοὺλ συμβεβήκει ποτέ· καὶ γὰρ ὁ Θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ. 3.5.2 Τούτοις <ἦν> ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν, μή που καὶ Θεοῦ ἄντικρυς μήνιμα γένοιτο. Τὸ γὰρ εἰς ὅλην τὴν πόλιν γεγονὸς κακὸν παρ' ἑκάστου τῶν στρατιωτῶν, ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν, ἴδιον ἐλο γίζετο. Καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος κατετιτρώσκετό τε καὶ ἐξεφλέγετο βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλ λητον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν, ὥς γε τὸ εἰκός, λογιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων. Τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ' ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλων διηγήσασθαι δυνήσεται. Καὶ γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο, τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἁπανταχοῦ βοαῖς καὶ φωναῖς· εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἶναι τὸ γινόμενον. 3.5.3 Ταῦτα εἰς νοῦν βαλλόμενος ὁ Ἀλέξιος ἠνιᾶτό τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν ὅ τι τῷ πλήθει τῆς λύπης χρήσαιτο. Ἦν γὰρ ὁ ἀνὴρ παντάπασιν ὀξύ τατος εἰς αἴσθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου. Καὶ ταῦτα μὲν τὰ προγεγονότα, ἐφ' οἷς ἡ πόλις πονηρῶς ἔπραξεν, ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηρ γήκασιν, ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα, ὅτι τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ πάλιν τῆς ἀποστασίας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν. 3.5.4 Ἀλλὰ καὶ ὣς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν. Οὕτω γὰρ ἂν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι καὶ τὰ κατά τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς διιθύνοι καὶ διεξάγοι. Προσέρχεται τοίνυν τῇ μητρί, ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο, θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς τῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. Ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα. Μετακαλοῦνται τοίνυν τούτου συνδόξαντος τόν τε πατριάρχην Κοσμᾶν (οὔπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί τινας λογάδας τῶν τῆς ἱερᾶς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος. 3.5.5 Πρόσεισι τούτοις ὁ βασιλεὺς ὡς ὑπόδικος, ὡς κατά κριτος, ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν ὑπ' ἐξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων, ἣν κατ' ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. Ἐξαγγέλλει πάντα, μὴ προσβολήν, μὴ συγκατάθεσιν, μὴ πρᾶξιν μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών, ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἐξαγορευσάμενος καὶ τὴν θεραπείαν ἐξ ἐκείνων θερμῶς ἐξαιτεῖ ἐπιτιμίοις ἑαυτὸν καθυπο βάλλων. Οἱ δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος προσήκοντας καὶ πρὸς τὴν ἀποστασίαν συναρα μένους τοῖς αὐτοῖς ἐπιτιμίοις