52
καθυποβάλλουσι νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἐξιλέωσιν ἐπιτάξαντες. ∆εξάμενοι δὲ τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. Ἀλλ' οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο (πῶς γάρ, φίλανδροι οὖσαι;), αὐτόμολοι δὲ τὸν τῆς μετανοίας ζυγὸν ἀναδέχον ται. 3.5.6 Καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα, πένθους οὐκ ἐπιψόγου οὐδ' ἀσθένειαν ψυχῶν κατηγοροῦντος, ἀλλ' ἐπαινετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. Ὁ δὲ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν, πλέον τι ποιῶν ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα νυχθημέροις. Ἐν δὲ ταῖς νυξὶ χαμεύνης ἔκειτο ἐπὶ πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ πενθῶν ὡς εἰκός. Εἶθ' οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.
3.6.1 Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα βουλό μενος εἶναι τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε δεδιώς, μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέ πουσαν. Ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν· ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα, καὶ κατὰ μικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγ μάτων διοίκησιν καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ τῆς ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασι λείας τὰ πράγματα. Οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε καὶ ἀπε κώλυεν. 3.6.2 Ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς τὸν ἐπίλοιπον χρόνον μετ' ἔμφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. Καὶ ταῦτ' ἐνενόει καὶ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. Ἀλλ' εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλό τερον ἐνητένιζε βίον, ἀλλ' ἦν καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ τὸ τῆς βασιλείας κλυδώνιον καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα οἰακοστροφεῖν καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύ μναν καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρῴην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. Ταῦτα δὲ λέγουσα τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάρακτον ὄχλησιν. Τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδιεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν. Ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθωσις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος ὁ πρὸς Θεόν. 3.6.3 Ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις τοῦτον ἐξελ θεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἐξάγων τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβου λευμένα εἰς προὖπτον πᾶσι κατέστησεν. Ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ τὰς μὲν καταλεπτύνειν, ὡς ἐνόν, τὰ δ' ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι καὶ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου ἐκθησομένη τὰς τοῦ γραφέως μόνον κομψείας περιελοῦσα. 3.6.4 Ἔχει δὲ οὕτως «οὐδὲν ἰσοστάσιον μητρὸς συμπαθοῦς καὶ φιλόπαιδος οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἂν κίνδυνος προορᾶται κἂν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. Εἰ γὰρ βουλεύσεται αὕτη, πάγιον ἔσται τὸ βούλευμα, εἰ ἐπεύξε ται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώ νιστοι. Τοιαύτη γοῦν καὶ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς ἀτελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέσποινα τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς καὶ ἀνα γωγός. Καὶ γὰρ τῷ