57
ποιεῖν, ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς περὶ τούτων διηγή μασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν πρὸς τὸ προκείμενον.
3.9.1 Ἀσπαίρουσαν δὲ οἷον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οἱ Τοῦρκοι δεινῶς ἐλῄζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἶχε κακῶς τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ' ᾧ τὸν προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν· ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν Μιχαὴλ εὑρηκὼς τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς πυρσὸν ἀνῆψε μέγαν καὶ δεινῶς κατὰ τῆς Ῥωμαίων ἀρχῆς ὡπλίζετο δρόμωνάς τε καὶ τριήρεις ἑτοι μάζων καὶ διήρεις καὶ σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυνάμεις πολλὰς συλλέγων ἐς τὸ προκείμενον αὐτῷ συνεπαρηγούσας) ἐν ἀμηχανίᾳ ὁ γεν ναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν, ἑκάστου τῶν πολεμίων πρὸς ἑαυτὸν τὴν μάχην οἷον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης (οὐ πλείους γὰρ τῶν τριακοσίων στρατιωτῶν ἦσαν καὶ τούτων ἐκ τοῦ Χώματος, ἀναλκίδων πάντη καὶ ἀπειροπολέμων, καὶ ξενικῶν τινων εὐαριθμήτων βαρβάρων τῶν ἐπὶ τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος) μήτε σωρῶν χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμιείοις ἐναποκειμένων, δι' ὧν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. Λίαν γὰρ ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ πρὸ αὐτοῦ βεβασιλευκότες ἐν στενῷ κομιδῇ τὰ Ῥωμαίων συνήλασαν πράγματα. Ἐγὼ γοῦν καὶ στρα τιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεμία τῶν πόλεων ἀπ' αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κατήχθη. 3.9.2 Εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα μεριζομένῳ φροντίσι παντοδαπαῖς. Ὁ δὲ γεν ναῖος ὢν καὶ ἄτρεστος καὶ περὶ τὰ πολεμικὰ ἔργα ἐμπει ρίαν πολλὴν κεκτημένος ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρὸν Θεοῦ ἀρωγῇ διαλυομένων κυμάτων δίκην, ὁπηνίκα ταῖς πέτραις προσαράξουσι. 3.9.3 ∆έον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθί σταντο. Εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιάζει γραφάς, πρός τε τὸν ∆αβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ Πόντον Ἡρακλείας καὶ Παφλαγονίας χρημα τίζοντα καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος καὶ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα Θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκρά τορος περιωπὴν ἀνεβίβασεν ἐξ ὑπογύου κινδύνου παρα δόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιησαμένους κατασφαλίσασθαι αὐτὰς καὶ ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. 3.9.4 Εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρ τον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυο μένους ἐκείνῳ ἀρχηγούς τε καὶ κόμητας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. Ἐπεὶ δ' ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλείς, δι' οὗ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο χρήματά τε ἐπεζήτει ἀποσταλῆναί οἱ, γράμματα μόνον κομίζων ἧκεν αὐτῷ προ φάσεις δηλοῦντα, καθάπερ φθάσαντες ἱστορήσαμεν, δι' ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο, ταῦτα ἀναγνοὺς καὶ πτοηθείς, μὴ μαθὼν τὴν ἀπὸ τῆς βασιλείας τοῦ Βοτανειάτου ἔκπτωσιν προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. Τοιγαρ οῦν μετακαλεσάμενος τὸν