58
σύγγαμβρον αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ ∆υρράχιον ἐξαπέστειλε (πόλις δὲ τοῦτο Ἰλλυρική) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι, ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομα χάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν, δι' ἧς τοῦτον ἄκοντα ἐκεῖθεν ἀπελάσει, πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μηχανὰς ἀντιμηχανᾶσθαι, ὡς δύναμις. 3.9.5 Παρεκελεύ σατο καὶ τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, ἵν' εἴ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περιτρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. Ναὶ μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεων καὶ αὐτοῖς δὴ τοῖς νησιώ ταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο μὴ ἀναπεπτωκέναι μηδὲ καταρρᾳθυμεῖν ὅλως, ἀλλ' ἐγρηγορέναι καὶ νήφειν διὰ παντὸς περιφραττομένους καὶ τὸν Ῥομπέρτον καρα δοκοῦντας, μὴ ἐξ ἐφόδου πασῶν τῶν παραλίων πόλεων ἐγκρατὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων πράγματα ἐς ὕστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξει.
3.10.1 Ταῦτα μὲν οὖν οὕτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ᾠκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο· ἀλλ' οὐδὲ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳ θυμηκὼς ἦν. Γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἑρμάνον ἐκθέμενος, εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπούης Ἔρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν καὶ πρὸς ἅπαντας τοὺς ἀρχηγοὺς τῶν Κελτικῶν χωρῶν δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἠρέθιζεν· ὧν οἱ μὲν τῆς πρὸς τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν, οἱ δὲ ὑπισχνοῦντο, εἰ πλείονα λάβοιεν. 3.10.2 Ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὅ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας καὶ διὰ μειλιχίων λόγων καὶ παν τοίων ὑποσχέσεων ὑποποιησάμενος, ἐπεὶ καταπειθῆ τοῦ τον ἐγνώκει καὶ τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνού μενον, μεθ' ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τάδ' ὑπαγορευόντων. 3.10.3 «Τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἐπὶ τὸ βέλτιον εὐχῆς ἔργον ἐστὶ τῇ βασιλείᾳ μου, πανευγε νέστατε καὶ τῷ ὄντι Χριστιανικώτατε ἀδελφέ. Καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύ χεσθαί σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα τὴν ἐν σοὶ καταμαθούσῃ θεοσέβειαν; Ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφική σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ μετὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς ἀναδεχθῆναί σοι κάματος, ἵνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καὶ τοῦ Θεοῦ πολέμιον καὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σοι τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, καὶ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ Θεόν σου φρονήματος. 3.10.4 Τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλείαν τἆλλα μὲν ἔχει καλῶς, ἐν ἐλαχίστοις δὲ ἀστατεῖ καὶ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον κυμαινόμενα. Ἀλλ' εἴ τι δεῖ πι στεύειν Θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι, ταχεῖα ἡ καταστροφὴ τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. Οὐδὲ γὰρ ἀνέξεται πάντως Θεὸς ῥάβδον ἁμαρτωλῶν κατὰ τῆς κληρονομίας αὐτοῦ ἐπαφίεσθαι. Τὰ μέντοι παρὰ τοῦ κράτους ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγα λοδυνάμῳ σου ἐξουσίᾳ, αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἑκατὸν βλαττία, ἀπεστά λησαν νῦν διὰ τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ κατεπάνω τῶν ἀξιωμάτων κατὰ τὴν ἀρεσκείαν τοῦ πιστο τάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρδου. Καὶ τὸ ῥηθὲν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργασμένου ἀργύρου καὶ Ῥωμανάτου