59
παλαιᾶς ποιότη τος. Καὶ τελειουμένου τοῦ ὅρκου παρὰ τῆς εὐγενείας σου σταλήσονταί σοι καὶ αἱ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν νομισμάτων καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσιν ἀξιωμά των διὰ τοῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογγιβαρδίαν κατέλθῃς. 3.10.5 Ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρκος, προεδηλώθη πάντως τῇ εὐγε νείᾳ σου, ἀπαγγελεῖ δ' ἔτι σαφέστερον καὶ ὁ πρωτοπρόε δρος Κωνσταντῖνος καὶ κατεπάνω, ὃς καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἕκαστον τῶν κεφαλαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ διὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναι. Ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας σου ἀποστα λέντων πρέσβεων ἐγίνετο, διεμνημονεύθησάν τινα τῶν ἀναγκαιοτέρων κεφάλαια· ὅτι δὲ περὶ τούτων μὴ ἔχειν πρόσταξιν εἶπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι, κατὰ τοῦτο καὶ ἡ βασιλεία μου τὸν ὅρκον αὐτῆς ἀνήρτησε. Τοίνυν καὶ τελεσθήτω ὁ ὅρκος παρὰ τῆς εὐγενείας σου, ὡς ὁ πιστός σου Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ ὡς τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. 3.10.6 Ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σου κόμητος τοῦ Βουλχάρ δου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτα τόν μοι ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστο κράτορος καὶ περιποθήτου αὐταδέλφου τῆς βασιλείας μου, θεαθῆναι παρ' αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παι δός. Τὰ γὰρ ἔξω καὶ σωματικὰ δευτέρου τίθεται λόγου ἡ βασιλεία μου, εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. Ὡς γὰρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὅσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. Καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ Θεὸς τῇ βασιλείᾳ μου ἐχαρί σατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὗτος ἐπέχει ἀδελφιδοῦς, Θεοῦ εὐδοκοῦντος οὐδέν ἐστι τὸ κωλῦον ἑνωθῆναι ἡμᾶς δι' αἵματος συγγενικοῦ καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανοῖς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς, ἵν' ἐντεῦθεν δι' ἀλλήλων ἕκαστος δυναμούμενοι φοβεροὶ τοῖς ἐναντίοις ὦμεν καὶ ἀήττητοι μετὰ Θεοῦ. 3.10.7 Τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαρι ταρίων, θήκη διάχρυσος ἔχουσα ἔνδον τμήματα διαφόρων ἁγίων, ὧν ἕκαστον διὰ τοῦ ἐφ' ἑκάστῳ αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδονύχιον καὶ ἐμπότης κρύος, ἀστροπέλεκιν δεδεμένον μετὰ χρυσαφίου καὶ ὀπο βάλσαμον. 3.10.8 Μακρύναι ὁ Θεὸς τὴν ζωήν σου, πλατύναι τὰ τῆς ἐξουσίας σου ὅρια καὶ θείη σοι πάντας τοὺς ἀντιπίπτοντας εἰς ὀνειδισμὸν καὶ εἰς καταπάτημα. Εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου καὶ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου, καὶ γένοιντό σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ ἐχθροὶ τῆς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης τὸ ἄμαχον τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλί ζοντι.»
3.11.1 Οὕτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας αὐτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυον τὸν κίνδυνον ἀπει λοῦν ἡτοιμάζετο ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, σκοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπικειμένοις ἐχθροῖς ἀντικατασταίη. Καὶ ἐπεί, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τοὺς μὲν ἀθεωτάτους Τούρκους περὶ τὴν Προποντίδα ἑώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ περὶ τὴν Νίκαιαν αὐλιζομένου (οὗ καὶ τὸ σουλτανίκιν ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομά σαιμεν) καὶ προνομεῖς συνεχῶς ἀποστέλλοντος καὶ λῃζο μένου ἅπαντα τά τε περὶ τὴν Βιθυνίαν διακείμενα καὶ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης ∆αμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους καὶ μόνον οὐ ὑπεράλλεσθαι καὶ αὐτῆς ἐπιχειροῦντας τῆς θαλάσσης. Οὓς οἱ Βυζάντιοι ὁρῶντες