60
ἀφόβως πάντη ἐνδιατρίβοντας ἐν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις καὶ ἱεροῖς τεμένεσι μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος ἔντρομοι διὰ παντὸς ὄντες διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι. 3.11.2 Ταῦτα ὁρῶν ὁ βασιλεύς, πολλοῖς κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμ βάνων μεταβολὰς καὶ τροπὰς τοῦ κρατήσαντος γίνεται λογισμοῦ καί, ὡς ἐνόν, ἔργου εἴχετο. Ἀφ' ὧν οὖν ἐξ ὑπο γύου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων τῶν ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος καὶ ἐν ἀκατίοις ἐνθέμενος τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας μόνον, τοὺς δὲ καὶ ἄλλως θωρήξασθαι εἰδότας κόρυσί τε καὶ ἀσπίσι καὶ δόρυσι, νυξὶ περὶ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρᾳ ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευεν, εἴ γε κατανοοῖεν μὴ πολλα πλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, καὶ εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἐξῄει. Ἀπειροπολέμους δὲ πάντη γινώσκων αὐτοὺς ἐπέσκηπτεν ἀψοφητὶ τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι φυλαττομένους ἅμα καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωχμαῖς τῶν πετρῶν λοχώντων βαρβάρων. 3.11.3 Τούτων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων κατ' ὀλίγον τῶν περὶ τὴν θάλατταν χωρίων ἀνωτέρω ἐχώρουν οἱ βάρβαροι. Ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκὼς τοῖς ἀπο σταλεῖσι παρεκελεύετο καταλαβεῖν, ἅπερ ἐκεῖνοι πρῴην κατεῖχον πολίχνια καὶ οἰκοδομήματα, καὶ εἴσω τούτων διανυκτερεύειν. Περὶ δὲ τὰς ἡλιακὰς αὐγάς, ὁπηνίκα χορταγωγίας χάριν ἤ τινος ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμβαίνει ἐξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι, καὶ εἴ τι κατ' αὐτῶν δυνηθεῖεν, ἀρκεῖσθαι τούτῳ, κἂν μικρὸν ᾖ, καὶ μὴ πλεῖον ζητοῦντας παρακινδυνεύειν καὶ θάρσος τοῖς ἐχθροῖς ἐντεῦθεν διδόναι, ἀλλ' εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. 3.11.4 Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβαροι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἱππασίας κατὰ τῶν ἐναντίων ποιεῖν οὐκέτι ἐν νυκτὶ οὐδὲ λάθρᾳ ἐμπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. Καὶ οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόνασι καὶ οἱ πεζῇ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς ἐναντίοις μαχόμενοι ἑωθινοὶ αὐτοῖς ἐπετίθεντο καὶ ἡλίου ἐς μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. Οὕτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα ξυνέβαινεν. Οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηνὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καὶ τῶν περὶ τὴν Βιθυνίαν καὶ Θυνίαν ἅπασαν καὶ τῶν τῆς Νικομήδους ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνης ἀνέπεισε τὸν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. 3.11.5 Ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτου ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἤδη πρὸς τὴν ἠϊόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέχεται λόγον. Εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἤδη ἐπιδραξάμενον ἀρχῆς, κατὰ μικρὸν μὲν πρὸ πολλοῦ φθι νούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον· προπέποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. Ἔνθεν τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθόδου τῆς τε ∆αμάλεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἅμα καὶ δώροις δεξιωσάμενος ἐξεβιάσατο εἰς εἰρηνικὰς ἀπονεῦσαι σπονδάς· καὶ ὅρον αὐτοῖς τὸν καλούμενον ∆ράκοντα ποταμὸν δεδωκὼς μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ μήτε ποτὲ πρὸς τὰ ὅρια Βιθυνῶν ἐξορμᾶν ἔπεισεν.
3.12.1 Οὕτω μὲν οὖν τὰ περὶ τὴν ἕω κατηύναστο. Κατα λαβὼν δὲ τὸ ∆υρράχιον ὁ Παλαιολόγος ταχυδρόμον ἀπο στείλας τὰ περὶ τοῦ Μονομαχάτου