61
ἐδήλου, ὅτιπερ τὴν ἐκείνου ἄφιξιν μεμαθηκὼς σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχαηλᾶν προσεληλύθει. Ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι, ἀλλὰ κενὸν ἀποπέμψαι, ὃν πρὸ τοῦ τὴν μελε τωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἐπεπόμφει γραμματοκομιστὴν χρήματα δι' αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ' αὐτοῦ ἐναν τίον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. ∆ιαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομα χάτον ὁ αὐτοκράτωρ χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξα ποστέλλει πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὃν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. 3.12.2 Ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος καὶ τὴν ἅπασαν αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος ἐκεῖθεν ἐξελθὼν τὸν λιμένα τοῦ Βρεντησίου κατέλαβε, κἀκεῖσε τὴν τοῦ Παλαιολόγου ἐς τὸ ∆υρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα ἐν τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους περιέστειλε καὶ πάντα τὰ πρὸς τειχομαχίαν ἐπι τήδεια ἐν ταῖς ναυσὶ σπουδαίως εἰσαγαγὼν εἴς τε τοὺς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας καὶ πάντοθεν τὰ πρὸς πόλεμον ὀξέως μάλα ἐξαρτύσας διαπερᾶν ἠπείγετο. Ἐσκόπει γάρ, ὁπηνίκα τὸ ∆υρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης καὶ ἠπείρου, ἵν' ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτοὺς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσεται. Θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καὶ τοὺς περὶ τὴν ἠϊόνα τοῦ ∆υρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. 3.12.3 Ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ τὰ πάντα ἤδη τετέλεσται, λύσας τὰ πρυμνήσια τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου σχῆμα διατυπώσας σὺν εὐταξίᾳ τοῦ πλοὸς ἀπεπειρᾶτο. Οὐρίου δὲ τυχὼν πνεύματος τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε καὶ τὴν ἠϊόνα παραπλέων ἀπῆλθε μέχρι Βοθρεντοῦ. Κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ υἱοῦ αὐτοῦ Βαϊμούντου προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφόδου κατασχεῖν, διχῆ τὸ ἅπαν διελὼν στράτευμα τὸ μὲν αὐτὸς κατεῖχε διὰ θαλάττης τὸν ἀπόπλουν ὡς πρὸς τὸ ∆υρράχιον ἐθέλων ποιήσασθαι, τοῦ δὲ τὸν Βαϊμοῦντον ἄρχειν ἐπέτρεψε διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ ∆υρράχιον ὁδεῦσαι. 3.12.4 Καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρὸς τὸ ∆υρράχιον ἀποκλίνας κατά τι ἀκρωτήριον Γλῶσσαν καλού μενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. Νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν ὀρῶν κινηθέντες τὴν θάλασσαν σφοδρῶς συνετάραττον. Κἀντεῦθεν ἠγείρετό τε τὰ κύματα καὶ ἐπωρύετο αἵ τε κῶπαι τῶν προσκώπων καθιέντων ἐθραύοντο τά θ' ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἱ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον καὶ αὔτανδρα ἤδη τὰ σκάφη κατεποντίζετο, κἂν θέρους ὥρα ἦν τοῦ ἡλίου τὸν καρκίνον ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναί φασιν. Ἐταράττοντο οὖν ἅπαντες ἐξαπορούμενοι καὶ οὐκ εἶχον ὅ τι καὶ δράσαιεν πολεμίοις τοιούτοις ἀντικαθ ίστασθαι μὴ δυνάμενοι. Θροῦς δὲ ἐπῆρτο πολύς, ᾤμωζον, ἐποτνιῶντο, ἐθεοκλύτουν Θεὸν σωτῆρα ἐπικαλούμενοι καὶ τὴν ἤπειρον θεάσασθαι ἐπηύχοντο. 3.12.5 Ὁ δὲ κλύδων τέως οὐκ ἐνεδίδου μηνίοντος ὥσπερ τοῦ Θεοῦ πρὸς τὸ τοῦ Ῥο μπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἤδη. Τὰ μὲν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντίσθη, τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. Τῶν δὲ περι στελλουσῶν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρω τέρων γεγονυιῶν οἵ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. Τὸ δέ γε σκάφος, ἐν ᾧ ὁ Ῥομπέρτος ἐνῆν, ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· ἐσώθησαν δὲ καί τινες