63
ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχα νήμασι τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώ μενος καὶ σκοποὺς δι' ὅλου καταστήσας τοῦ τείχους καὶ αὐτὸς δὴ περιπολεύων διὰ πάσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. Τηνικαῦτα δὲ καὶ διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ ∆υρρά χιον παρεγένετο. 4.1.2 Οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα καὶ αὐτῶν τῶν τοῦ ∆υρραχίου τειχῶν βύρσαις τε πανταχόθεν περιπεφραγμένον καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζω σθεῖσαν καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον καὶ τὰς παρακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας καὶ τὰς καλύβας καθ' ἑκάστην πολλαπλασιαζομένας, δέει συνείχοντο διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, ὡς οὐκ ἐπὶ τῷ πόλεις καὶ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκεῖθεν συγκομι σάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπαντα χοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος τὸ ∆υρρά χιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι ἠπεί γετο. 4.1.3 Κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέσθαι, ὅτου χάριν παραγέγονεν. Ὁ δέ φησιν «ὥστε τὸν τῆς βασιλείας ἐξωσθέντα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὕβρεις ἐπεξελθεῖν καὶ τὸ ὅλον ἐκδικῆσαι αὐτόν». Οἱ δέ φασι πρὸς αὐτὸν ὡς «εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν, προσκυνήσομέν τε εὐθὺς αὐτὸν καὶ τὴν πόλιν παραδῶμεν». Ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ λαμπρῶς ἀμφιασθέντα ὑπο δειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. Ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς παντοίοις ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. Ἅμα δὲ τῷ τοῦτον θεάσασθαι ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. Ὁ δὲ Ῥομπέρτος παρ' οὐδὲν ταῦτα θέμενος τοῦ προκειμένου ἔργου εἴχετο. Ἐν ὅσῳ δὲ ταῦτα οἵ τε ἐντὸς καὶ ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον, ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ ∆υρράχιον. 4.1.4 Περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. Οἱ μὲν διεκήρυττον τὸν οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ ∆ούκα, οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸν τοῦ βαρβάρου συμπένθερον, δι' ὃν καὶ τὸν πολὺν ἀνείλετο πόλεμον, ὥς φασιν· ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἰδέναι, ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου· οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει. Ἀλλ' ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματος ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγι βαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν, ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ' οὐ πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποῖα ταῖς ἀκορέστοις ἐγγίνεσθαι εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὕτως, εἰ εὔοδα αὐτῷ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Καὶ γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο, γαγγραίνης κατ' οὐδὲν διενήνοχεν, ἥτις, ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.
4.2.1 Ὁ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Πα λαιολόγου ἀναδιδαχθεὶς καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαπεράσας (ὡς ὁ λόγος φθάσας