1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

64

ἐδήλωσε) καὶ τοσούτῳ κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περι πεσὼν οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν σὺν αὐτῷ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι καὶ οἱ κουφότεροι τὸν ψευδώ νυμον ἐπ' ἀληθείας Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, ἐδεδίει πρὸς τὸ τῆς ὑπο θέσεως ἀποβλέπων μέγεθος καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σῳζούσας κατα νοῶν δέον ἔκρινεν ἐκ τῆς ἑῴας Τούρκους μετακαλέσασθαι καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. 4.2.2 Ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι' ὑποσχέσεων καὶ δώρων (ἀφ' ὧν, ὥς φασι, καὶ τὸ βένετον χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται) τὰ μὲν ἐπαγγει λάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ ∆υρράχιον καταλαβεῖν, ἐφ' ᾧ τοῦτο μὲν φυλάξαι, μετὰ δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι πόλεμον. Καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε Θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν, εἴτε (ὁποῖα συμβαίνειν εἴωθεν) ἡττηθεῖεν, ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥσπερ εἰ κατὰ κράτος ἐνίκησαν. Ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ εἶεν, ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. 4.2.3 Οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὖθις διὰ πρέσβεων ἐξαιτησάμενοι τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. Τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων τὸν πρὸς ∆υρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ. Καὶ πολλοὺς κελεύθους διανηξάμενοι κατέλαβον τὸ ἐπ' ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου ἔξωθεν τοῦ ∆υρραχίου κειμένης ὡσεὶ σταδίους ὀκτωκαίδεκα. Θεασάμενοι δὲ τὸ ναυτικὸν τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως ∆υρραχίου παντοίῳ εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. Μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος πέμπει τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον πρὸς αὐτοὺς μετὰ στόλου μηνύων εὐφημῆσαι τὸν βασιλέα Μιχαὴλ καὶ αὐτὸν τὸν Ῥομπέρτον. Οἱ δὲ ἐς νέωτα τὴν εὐφημίαν ἀνήρτων. Ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλῳδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναρτί σαντες πύργους τε ξυλίνους ἐν τοῖς ἱστίοις αὐτῶν οἰκοδο μήσαντες διὰ καλῳδίων ἀνήγαγον ἐν αὐτοῖς τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. Ἐντὸς δὲ τῶν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες ξύλα τε παχύ τατα εἰς μέρη διατεμόντες οὐκ εἰς πλεῖον πήχεος ἑνὸς σιδηρέους ἥλους ὀξεῖς ἐμπήξαντες ἐν αὐτοῖς τὴν τοῦ Φραγγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. 4.2.4 Ἡμέρας δὲ ἤδη αὐγαζούσης καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. Τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρι σάντων τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκὼν αὐτὸς πρῶτος κατ' αὐτῶν ἐξορμήσας τοῖς μεγίστοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἶτα καὶ ὁ λοιπὸς στόλος. Καρτεροῦ δὲ πολέμου συρραγέντος, ἐπεὶ ὁ Βαϊμοῦντος καρτερώτερον αὐτοῖς ἀπεμάχετο, ἓν τῶν εἰρημένων ξύλων ἄνωθεν ῥίψαντες εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. Ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλον, οἱ μὲν ἐξερχόμενοι τῆς νεώς, ἐξ οὗπερ ἔφευγον, εἰς τοῦτ' αὐτὸ ἐνέπιπτον καὶ ἐβυθί ζοντο, οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν. Ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακὼς εἰς ἓν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας εἴσεισιν. 4.2.5 Ἐπὶ πλέον δὲ θαρρή σαντες οἱ Βενέτικοι καὶ τὴν κατ' αὐτῶν μάχην θαρραλεώ τερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους ἐδίωξαν ἄχρι