68
διήκων πρὸς θάλασσαν ἀποτελευτῶν εἰς ἀκρω τήριόν τι, ὅπερ οἷον χερσόνησός ἐστιν, ἐν ᾧ καὶ τὸ ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. Ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ ∆υρράχιον ἀπονε νευκὸς ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. Ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. Ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ μὴ συμφέρον τοῦτο λογι ζόμενος ἀνένευε τὴν ἐξέλευσιν αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. Ὡς δ' αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον μετεκαλεῖτο, φησὶν «ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καὶ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι». Ἀποσταλέντα δὲ τοῦτον θεασάμενος τηνι καῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν νηῶν. 4.5.3 Ὁ δὲ βασιλεὺς τοῦτον ἰδὼν τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο· τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος ἠρώτα, εἰ χρὴ τὸν μετ' αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. Ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. Ἀλλὰ καί τινες τῶν περὶ τὰ πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον συμβουλευόμενοι καρτερῆσαι καὶ δι' ἀκρο βολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν Ῥομπέρτον μὴ συγχω ρουμένων τῶν ὑπ' αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καὶ τοῖς ∆αλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρα κειμένων χωρῶν παρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. Οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο καὶ πάντων μᾶλλον Κωνστάντιος ὁ πορφυ ρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβα σιλευκότος Ῥωμανοῦ τοῦ ∆ιογένους υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. 4.5.4 Ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομπέρτον ἀποσταλέντες ἐπανεληλυθότες τὰ ἐκείνου πρὸς τὸν βασι λέα ἀπεστομάτιζον ὡς «ἐγὼ μέν» φησι «κατὰ τῆς σῆς βασιλείας οὐδαμῶς ἐξελήλυθα, ἀλλ' ἐκδικήσων μᾶλλον τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. Εἰ δὲ σὺ τὴν μετ' ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κἀγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι.» Ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεζήτει καὶ ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν παρ' αὐτοῦ ζητου μένων, καὶ αὐτὴν τὴν Λογγιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι καὶ βοηθεῖν, ὁπηνίκα χρεία ἐστί. Τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ, δι' ὧν μὲν αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων τῆς μάχης ἀνθέξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ βασιλεῖ Ῥωμαίων προστρίψειεν. 4.5.5 Ἀτέλεστα γοῦν αἰτησάμενος καὶ μὴ τυχὼν πάντας τοὺς κόμητας συγκαλεσάμενός φησι πρὸς αὐτούς «οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπέν θερον καὶ τὴν ἀτιμίαν, ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σὺν αὐτῷ ἐξεωθεῖσα. Τοῦτο δὲ μὴ φέροντες εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν. Ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος νῦν πρὸς βασιλέα ἔχομεν νέον καὶ στρατιώτην γενναῖον ὑπὲρ τὸν χρόνον αὐτοῦ πεῖραν τῆς στρατιωτικῆς ἐπιστή μης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ' αὐτοῦ ἀνα δέξασθαι πόλεμον. Ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγ χυσις τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. Λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν κἀκεῖνον μὲν τὴν ἐξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεριμερίμνως χρᾶσθαι καὶ ὡς ἔτυχε, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ' εὐθύτητος λέγειν πρὸς αὐτὸν ἑπομένους ἅμα τῇ τοῦ προκριθέντος βουλῇ. Καὶ ἰδοὺ ἐγὼ εἶς ἐξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾧ ἂν πάντες προκρίνητε». 4.5.6 Πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν