1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

69

τὸν Ῥομπέρτον φάμενοι τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρα κεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. Ὁ δὲ ἀκκιζόμενος οἶον ἀνεβάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸ αἰτοῦντες. Ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἂν τοῦτο ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. 4.5.7 Λοιπόν φησι πρὸς αὐτούς «ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. Ἐπεὶ τὰς σφῶν πατρίδας καταλε λοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μάχη πρὸς ἀνδρικώτερον βασιλέα ἐστὶ καὶ ἄρτι μὲν τοὺς τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. Καὶ εἰ τὴν νικῶσαν ἡμῖν ἐπιψηφιεῖται Θεός, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. Χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι καὶ οὕτω τὴν μετ' αὐτοῦ ἀναδέξασθαι μάχην ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους». Ἐπὶ τούτοις κατένευ σαν ἅπαντες.

4.6.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματά τε καὶ βουλεύματα· ἄλλα δ' αὖ τὰ τοῦ αὐτοκράτορος ποι κιλώτερά τε καὶ ὀξύτερα. Συνεῖχον δ' ὅμως οἱ δημαγωγοὶ ἄμφω τὰ στρατεύματα στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, ὅπως μετ' ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. Καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπεισπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμ βολῇ σκεπτόμενος τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνῄνατο. Αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα γνοίη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ Ῥομπέρτῳ. Ὃς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διεληλυθώς (ὀγδόη δ' ἦν πρὸς τῇ δεκάτῃ τοῦ παριππεύοντος μηνὸς Ὀκτω βρίου ἐπινεμήσεως πέμπτης) τὸ παρὰ τὴν θάλατταν ἐπ' ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. Καὶ δι' ὅλης νυκτὸς τὸ θεῖον ἐξευμενιζόμενοι τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. Εἶτα τὰς ἰδίας κατα στήσας φάλαγγας τὴν μέσην εἴχετο τοῦ συντάγματος χώραν, τὸ δέ γε πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέ τρεψε (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καὶ γνώμην), θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. 4.6.2 Τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρ μοσάμενος ἑαυτὸν πρὸς τὸ ξυμπεσὸν αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. Καὶ διελὼν τὰ στρατεύματα τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ Ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέ κοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου ἀποβάντας τῶν ἵππων ἔμπροσθεν ἐκ μικροῦ διαστήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπι δηφόρον ξύμπαντες. Τοῦ δὲ στρατεύματος τὸ λοιπὸν εἰς φάλαγγας διελὼν αὐτὸς μὲν τὸ μεσαίτατον εἶχε τῆς παρα τάξεως, δεξιόθεν δὲ καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. Τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὓς κατὰ τοῦ· Ῥομπέρτου προεκπέμπειν ἠβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλοιντο πρὸς τοὺς Κελτοὺς ἐξιππά σασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ' ἑκάτερα