1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

70

σχιζομένους, εἶτ' αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. 4.6.3 Οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα αὐτὸς μὲν κατὰ μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων τὴν ᾐόνα παραθέων· οἱ δὲ ἀπο σταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ ∆υρραχίου τὰς πύλας ἀνεπέτασαν τοῦτο αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῷ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλον. Κατ' ἀλλήλων δὲ τῶν δημαγωγῶν ἐρχομένων ἀποσπάδας ἀποστέλλων ὁ Ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. Ἀλλ' οὐδ' ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀντικαταστησομένους αὐτοῖς πελταστάς. 4.6.4 Ἀκροβο λισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ' ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ Ῥομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταί χμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμι κέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου προσέβαλον. Γενναιότερον δ' αὐτῶν ἀντικαταστάντων παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρί ψαντες ἄχρι τοῦ τραχήλου ταῖς νηυσὶ τοῦ Ῥωμαϊκοῦ καὶ Βενετικικοῦ στόλου πελάζοντες ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν καὶ παρ' ἐκείνων οὐ προσεδέχοντο. 4.6.5 Ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασα μένη τοὺς φεύγοντας δριμὺ τούτοις ἐνατενίσασα κατ' αὐτῶν μεγίστην ἀφεῖσα φωνὴν μόνον οὐ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει «μέχρι πόσου φεύ ξεσθε; στῆτε, ἀνέρες ἔστε». Ὡς δὲ ἔτι φεύγοντας τού τους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἵεται. Τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. 4.6.6 Ἐπειδὴ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηγὸς ὁ Ναμπίτης δι' ἀπειρίαν καὶ θερμότητα ὀξύτερον βεβα δικότες ἱκανὸν τῆς Ῥωμαϊκῆς παρατάξεως ἀπέστησαν σπεύδοντες ξυμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς (καὶ γὰρ οὐχ ἧττον ἐκείνων περὶ τὰς μάχας καὶ οὗτοι ἐκθυμότεροί εἰσι καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες), κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος καὶ τοῦτο ἀπό τε τῆς ὀξείας κινήσεως τοῦ τε διαστήματος βεβαιωθεὶς καὶ τοῦ ἄχθους τῶν ὅπλων τινὰς τῶν πεζῶν ἐπέσκηψε κατ' αὐτῶν εἰσπηδῆσαι. Οἱ δὲ προκεκμηκότες ἤδη μαλακώτεροι τῶν Κελτῶν ἐφαίνοντο. Πίπτει γοῦν τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ ὁπόσοι τούτων ἐσώθησαν, περὶ τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες οἱ μὲν καὶ ὁπόσοις ἐξεχώρει τὸ τέμενος ἐντός, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσόμενοι. Οἱ δὲ Λατῖνοι πῦρ κατ' αὐτῶν ἀφέντες σὺν τῷ τεμένει πάντας κατέκαυσαν. 4.6.7 Τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμά χοντο. Ὁ δὲ Ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι κατὰ τῆς Ῥωμαϊκῆς φάλαγγος ἐλᾷ καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. Ἐν τεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ μαχό μενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. Ὁ δὲ βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν πολλοὺς τῶν μετ' αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. Πέπτωκε γὰρ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ ∆ούκα, οὐκ ἰδιω τεύοντος αὐτοῦ ἔτι ἀποτεχθείς, ἀλλ' ἐν πορφύρᾳ καὶ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· καὶ ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερ τερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος, μεθ' οὗ ὁ ἤδη ῥηθεὶς Κωνστάντιος περὶ κήδους ἐπὶ τῇ ἰδίᾳ ἀδελφῇ