71
πολλάκις ὡμίλει· ναὶ μὴν καὶ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν. Πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. 4.6.8 Τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων 4.6.8 ἔτι ἀνθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ' ὧν εἷς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἦν, ὁ δὲ Πέτρος τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ' οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις δόρατα μακρὰ ἐναγκαλισάμενοι κατ' αὐτοῦ ἵενται. Καὶ ὁ μὲν Ἀμικέτης διημαρτήκει τοῦ βασιλέως μικρὸν παρεκκλί ναντος τοῦ ἵππου· τοῦ δ' ἄλλου τὸ δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα παίει τοῦτον κατὰ τὴν κλεῖδα καὶ τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. Ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης τε ὢν καὶ ἑδραῖος τὸν νοῦν μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον συνείς, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ' οὐρὰν τοῦ ἵππου ἔθετο. Καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίφους ἀκμὴ περὶ τὴν ἀκωκὴν παρα ποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα ὦσε ταύτην εἰς γῆν. Τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος παραθέει, ὃν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ' εὐθὺς ὀρθωθεὶς ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο μηδὲν τῶν ὅπλων ἀποβαλών. Ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾷ, τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοι νιγμένος αἵματος καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καὶ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν (ὁ γὰρ ἵππος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς καὶ φριμάσσων ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν), ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς ἐναντίοις ἀντικαθίστατο. 4.6.9 Ἐπεὶ δὲ καὶ τοὺς Τούρ κους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέ μητον ὑποχωροῦντα· ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο ὡς ἐπαρήξων τάχα τῷ αὐτο κράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας. Ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἵνα, εἰ μὲν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται. Ταῦτα διαλογιζόμενος, ὡς ἐξ ὧν ἐπεπράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπάρτι τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν οἴκαδε ἐπαναδε δραμήκει. Ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ ὡς μηδένα τὸν αὐτῷ ἐπαμύνοντα βλέπων τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐναντίοις. Καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτευμα.
4.7.1 Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίου Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἡ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατά σχεσιν. Τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέ καιον φρόνημα. Οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν ἐγχωρίων καλουμένου Κακὴ Πλευρά. Ἥδε τούτου θέσις· ποταμὸς ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. Ἀναμε ταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες, οἳ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων (ἐννέα δὲ ξύμπαντες) καὶ ἐπὶ θάτερα κλίνουσι. Τάχα δ' ἂν καὶ ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὃ τῇ δεξιᾷ κατεῖχε χειρί, ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ. Ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ τοῦ ἀριστεροῦ ποδὸς ἐνδακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέ στερον τὸν ἱππότην ἐποίει. Καὶ αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου ἀνεῖχεν ἑαυτόν. Βοηθεῖται μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ' ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. Ἀναφύει γὰρ