1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

77

καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀνα λαβόμενον δυνάμεις τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ' ᾧ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν' οὕτως ἀδείας τυχὼν στρατεύματα αὖθις καὶ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολλὰς τῷ Ἀλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας εἰ οὕτω ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ' αὐτοῦ σταλέντων πρέσβεων κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. 5.3.2 Ταῦτα οἰκονομήσας τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ που καταλιπὼν αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ' ᾧ καὶ ξενικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλα τινὰ οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι συμβαλλόμενα. Οἱ δὲ Μανιχαῖοι, ὅ τε Ξαντᾶς καὶ ὁ Κου λέων, μετὰ τῶν ὑπ' αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. Καὶ πολλάκις μετακαλούμενοι παρὰ τοῦ αὐτοκράτορος ὑπισχνοῦντο μὲν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. Ὁ δὲ ἐπέκειτο καὶ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ' οὕτως πρὸς αὐτὸν ἐληλύθεσαν. 5.3.3 Οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοι μαζομένου ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥηγὸς Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. Ὁ δὲ ἐν ἀμηχανίᾳ γεγονὼς διεσκοπεῖτο τί ἂν χρὴ ποιεῖν. Πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν Ῥογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶν διάδοχον τῆς αὐτοῦ ἀρχῆς κατέ λιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὄντι οὔπω χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας ἅπαντας καὶ ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντὸς μετακαλεσάμενος τὸν υἱὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον δημηγόρος προὐ κάθητο καί φησιν. 5.3.4 «Οἴδατε, κόμητες, ὅτι τὸν φίλ τατόν μοι υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν υἱῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾶν κατ έστησα χώρας. Οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα καὶ τοιοῦτο ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγε μόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλο μένῳ ἐκκεῖσθαι. Ἐπεὶ δὲ ὁ ῥὴξ Ἀλαμανίας πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ καὶ ἡμᾶς ὡς ἐνὸν ταύτης ἀντιποιήσασθαι. Οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. Λοιπὸν ἐγὼ μὲν ἄπειμι ἐφ' ᾧ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. Τουτῳὶ δέ μοι τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε ∆υρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους ὅσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. Παρεγγυῶμαι δὲ καὶ ὑμῖν καὶ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καὶ ὅλῃ χειρὶ καὶ γνώμῃ ὑπὲρ αὐτοῦ μάχεσθαι. 5.3.5 Καὶ σοὶ δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ» ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊ μοῦντον «διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμ βούλοις ἐν ἅπασι χρᾶσθαι καὶ μὴ οἷον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. Σὺ δὲ ἀλλ' ὅρα μὴ καταμελή σῃς τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ' ἐν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει καὶ τὸ πολὺ τῶν αὐτοῦ στρα τευμάτων τῷ πολέμῳ ἀνήλωτο (καὶ γάρ, φησι, καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο), μὴ ἀνήσεις ὅλως, μή πως ἀνέσεως τυχὼν συλλέξαι τό τε πνεῦμα καὶ γενναιότερον ἢ τὸ πρό τερον ἀντικατασταίη σοι. Οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ, ἀλλ' ἐκ νηπίου πολέμοις καὶ μάχαις ἐντραφεὶς πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν διεληλυθὼς ὁπόσους ἀποστάτας τοῖς πρῴην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. Εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κατ' αὐτοῦ χωρήσεις πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. Κἀγὼ μὲν ἤδη ἄπειμι ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμε δαπῆς ἀπελάσαι χώρας καὶ οὕτω τὸν φίλτατόν μοι