1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

78

Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι.» 5.3.6 Οὕτω μὲν οὖν συνταξάμενος αὐτῷ εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, ὅπερ πάλαι ποτὲ εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιου μένων ἀφώριστο. Κεῖθι γοῦν ἐγκαρτερήσας ἱκανὰς συν ειλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖ στον. Ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. Τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. Ἐπεὶ δὲ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλα μανίας ἐξώρμησαν. 5.3.7 Ὁ μέντοι ῥὴξ πολιορκῆσαι τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ καὶ τὰ κατὰ τὸν αὐτο κράτορα μεμαθήκοι καὶ ὅτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους ἐν τῷ γενναίως μάχεσθαι καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι τόλμῃ καὶ γενναιότητι γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας πρὸς τὴν ἐνεγκαμένην ἐχώρει τοῦτο νίκην λογισάμενος τὸ μὴ κιν δύνοις ἑαυτὸν ὑποβαλεῖν ἐπὶ μηδενὶ δέοντι. Οὗτος μὲν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ δὲ Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολὴν αὐτὸς μὲν προσω τέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελὼν διώκειν τὸν Ἀλαμανίας προὐτρέψατο. Αὐτὸς δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσε. Καὶ τοῦτον ἐπὶ τοῦ ἰδίου θρόνου ἑδράσας εὐφημίας αὖθις παρ' ἐκείνου τυγχάνει κἄπειτα πρὸς τὸ Σαλερηνὸν ἐπανέρχεται τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας ἑαυτὸν ἀνακτησόμενος.

5.4.1 Μετ' οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοῦν τος τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἐπὶ τοῦ προσώπου φέρων. Ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λόγος ἤδη δηλώσει. Καὶ γὰρ τῶν ἐκείνου μεμνη μένος παραγγελμάτων καὶ ἄλλως δὲ ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος ἀπρὶξ τῆς κατὰ τοῦ βασιλέως μάχης εἴχετο. Καὶ τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος συνεφεπο μένους ἔχων καὶ ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων (ἀπεγνωκότες γὰρ καθάπαξ τοῦ αὐτοκράτορος ὅλοι τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα καὶ τάφρον κατὰ τοὺς ἔξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. Τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνοὺς οὐ μόνον αὐτὴν ἀνορθοῦν ὡς ἐνὸν ἠπείγετο, ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει τῶν τειχῶν οὗ μᾶλλον συνοῖσον αὐτῷ δέδοκτο ἐρυμνο τάτην ἀνῳκοδόμει, λῃζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις καὶ χώρας. 5.4.2 Ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ εὐθὺς μηδὲ μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγα γὼν τῆς Κωνσταντίνου σπεύσας ἔξεισι κατὰ μῆνα Μάϊον. Τοιγαροῦν τὰ Ἰωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν καὶ ἄλλως δὲ ἀπὸ τῆς μετὰ τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον δέον ἔκρινε πρῶτον μὲν διὰ πολλοστῶν μετρητῶν τινων καὶ ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵν' ἐντεῦθεν ἔνδειξίν τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη καὶ γένηταί οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιό τερον πρὸς τὸν Κελτὸν