1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

79

ἀντιπαρατάξασθαι. Οὕτω γοῦν τὰ στρατεύματα κατ' ἀλλήλων ἐσφάδᾳζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον τῶν Λατίνων δεδιὼς πρώτην προσβολὴν καινόν τι ποιεῖ. Ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνηθῶν ἥττους ἐφ' ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε τέσσαρας καὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκῆς ὁρμήσουσι φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἵν' οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. 5.4.3 Καὶ ἐπεὶ καιρὸς πολέμου παρῆν, τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος, ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας αὐτὸς τὸ μεσαί τατον εἶχεν. Ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτυμένης πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος, ἀλλ' ὥσπερ προγνοὺς τὸ βεβουλευμένον μεθαρμόζεται πρὸς τὸ ξυμπεσὸν καὶ τὰς ἰδίας δυνάμεις δίχα διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς ἑκατέρωθεν ἵεται παρατάξεως. Καὶ φάλαγγες μὲν φάλαγξι τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. Οὕτω δὲ πολλῶν ἐκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὲν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο ἐξ ἑκατέρου μέρους βαλλόμενος καὶ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. Ὡς δ' εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἑώρα, δεῖν ἐλογίσατο καὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι οὐ σώσων ἑαυτὸν οὐθ' ὑπὸ δειλίας συγχυθείς, ὡς τάχα ἄν τις εἴπῃ, ἀλλ' εἴ που τὸν κίνδυνον διεκφυγὼν καὶ συλλεξά μενος ἑαυτὸν αὖθις γενναιότερον τοῖς μαχομένοις Κελτοῖς ἀντικατασταίη. 5.4.4 Ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ' ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισιν ἐντυχὼν αὖθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. Ἀναρρώσας γὰρ τοὺς σὺν αὐτῷ καὶ σφοδρὰν τὴν κατ' αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττή σων κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. Καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυ γὼν κινδύνους αὖθις σῴζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας κἀκεῖθι ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων ἀνακαλεσάμενος αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπὼν καταλαμβάνει τὸν Βαρ δάρην, οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. 5.4.5 Καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξά μενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς Κελτούς. Τριβόλους γὰρ σιδηρᾶς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα, ἑσπέρας ταύτας ἐν τῷ μεσαιχμίῳ τῆς πεδιάδος κατέ στρωσεν οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν ἱππασίαν ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦ σαι τῶν τριβόλων περιπαρέντων τοῖς ποσὶ τῶν ἵππων καὶ τοὺς μὲν κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ ταῖς τριβόλοις περιπαρεῖεν, ἀλλ' ἐφ' ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς ὀϊστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. 5.4.6 Τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα· τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. Συνέβαινε γάρ τι τοιοῦτον. Ὅπερ γὰρ ὁ βασιλεὺς ἑσπέρας κατ' ἐκείνου ἐβουλεύσατο, πρωΐας ὁ Κελτὸς μεμάθηκε. Καὶ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος τὴν μάχην ἀνεδέχετο καὶ οὐκέθ', ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος