81
πόλεμον. Καὶ ἡττηθεὶς κατεβλήθη ὁ Γελίελμος, ὃν καὶ κατασχὼν ἐτύφλωσε, τὸν δέ γε ἕτερον Ῥενάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ' οὗ ἀφαι ρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. Ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν ἀπῆλθεν εἰς Καστορίαν. Τοῦτο μαθὼν ὁ μέγας δομέστικος καταλαμβάνει τὰ Μόγλενα καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλιον. Ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας ἔρχεται εἰς τὴν Λάρισσαν κεῖθι παραχειμάσαι βουλόμενος. 5.5.2 Καταλαβὼν δὲ τὴν μεγα λόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρηται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς καὶ μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλτάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. Ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων καὶ αὐτὸν τὸν Καμύρην χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. Ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὺς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύ ματος ἀποδιελόμενος Κελτοὺς καταφράκτους ὅλους ἀπο στείλας ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ τὴν Καστορίαν. Αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ Τρίκαλα ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους ἐξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. Κᾆθ' οὕτως καταλαβὼν τὴν Λάρισσαν κατ' αὐτὴν τὴν τοῦ μεγαλομάρτυ ρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καὶ περιζώσας τὰ τείχη ἐπολιόρκει αὐτήν. 5.5.3 Ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντι καθίστατο μηχανὰς ἐπὶ ὅλοις μησὶν ἕξ. ∆ηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. Ὁ δὲ οὐ παραχρῆμα, καίτοι σφαδᾴζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερούσης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν ἀνεβάλλετο τὴν ἐξέλευσιν. Εἶτα καρτερῶς ὁπλίσας ἅπαντας ἔξεισι τῆς Κωνσταντίνου. Καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐγγίσας καὶ διελθὼν διὰ τοῦ βουνοῦ τῶν Κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνίας ἔγγιστα διακείμενον. Ἐκεῖθεν δὲ καταλαβὼν ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνηθῶς καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλου μένου ποταμοῦ † ῥέοντος διακειμένην, τὴν σκηνὴν κα τέθετο ἀποχρῶντα τάφρον διορύξας. Καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ ∆ελφινᾶ κἀκεῖθεν εἰς τὰ Τρίκαλα. 5.5.4 Γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλᾶ Λέοντος, περὶ οὗ φθάσας ὁ λόγος ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· «Ἴσθι, ὦ βασι λεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχὼς διετήρησα τὸ κάστρον ἀνάλωτον. Ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι καὶ τῶν μὴ προσηκόν των ἡψάμεθα. Ἀλλὰ καὶ ταῦθ' ἡμῖν ἐπέλιπον. Εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης, τῷ Θεῷ χάρις. Εἰ δ' οὔ, τοὐμὸν ἤδη πεπλήρωκα· καὶ τὸ ἐντεῦθεν ἀνάγκῃ δουλεύοντες (καὶ τί γὰρ δεῖ πρὸς φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. Ἀλλ' εἰ ταῦτα δυστυ χῆσαι συμβαίη, ἐπάρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι, εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καὶ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ δ' ὁ ἡμέτερος βασιλεύς, εἴ γε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων». 5.5.5 Ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι· λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. Καὶ δῆτα σκοπῶν ὅπως