82
χρὴ λόχους ἐνστήσασθαι, δι' ὅλης ἡμέρας διεπονεῖτο Θεὸν ἀρωγὸν ἐπικαλούμενος. Μετακαλεσά μενος οὖν τηνικαῦτά τινα τῶν γερόντων Λαρισσαίων ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. Καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἐπι μελῶς ἀνηρώτα ὅπη φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. Ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο βουλόμενος λόχον ἐπιστῆσαι καὶ δι' ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ φραγγικοῦ πολέμου λαβών. 5.5.6 Ἐπεὶ δὲ ἥλιος κατέδυ αὐτός τε δι' ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο, ὄνειρος ἐφίσταται τούτῳ. Ἐδόκει ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος ∆ημητρίου ἑστάναι καὶ φωνῆς ἀκοῦσαι, «Μὴ λυποῦ μηδὲ στένε, αὔριον νικᾷς». Τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾖ ὁ μεγαλόμαρτυς ∆ημήτριος κατεγέγραπτο. ∆ιυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὀνείρου ταύτης ὀμφῆς ἐθεοκλύτει τε τῷ μάρτυρι καὶ προσυπισ χνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καὶ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ ἐλεύσεσθαι προσκύνησιν. 5.5.7 Καὶ δὴ μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγε μόνας καὶ συγγενεῖς ἅπαντας βουλῆς ἤρχετο τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. Τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν Μελισσηνὸν Νικηφόρον ἐφίστησι καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλού μενον· ἀνὴρ δὲ οὗτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ' ἀνδρείᾳ καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. Οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράσημα ἅπαντα. Ἐπέ σκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν καθ' ὃ σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο παραγ γείλας αὐτοῖς δι' ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸ ἐνυάλιον ἀλαλάξαντας πανστρατὶ κατ' αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ' ἀλλή λων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. Ἐν ᾧ δὲ ταῦτα ὁ βασιλεὺς παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. Καὶ θάμβος ἐπὶ τούτῳ κατέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τοῖς περιεργοτέροις ἐδόκει. 5.5.8 Ἀλλὰ ταῦτα μὲν οὕτω πως ἐπισκήψας αὐτοῖς καὶ καταλιπὼν δεξιόθεν τοῦ κάστρου Λαρίσσης περιμείνας τὴν τοῦ ἡλίου δύσιν γεννάδας τινὰς ἄνδρας ἕπεσθαί οἱ ἐπιτάξας τὴν τοῦ Λιβοτανίου κλεισ ούραν διεληλυθὼς καὶ τὸν Ῥεβένικον περικόψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβὼν καὶ περιαθρήσας τὴν ἅπασαν τοῦ τόπου θέσιν χθαμαλώτερον τόπον κατανοήσας ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν. Οἱ δὲ ἡγεμόνες τῶν ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχίσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν ῥωμαϊ κῶν ἀποδιελόμενοι ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ' ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα ὅπη πορεύεται. Οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες προσέβαλον τοῖς Κελτοῖς καὶ ἐφ' ἱκανὸν μαχεσάμενοι διέστησαν τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. Καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεὺς ἅπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἐπὶ γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. Καὶ αὐτὸς δὲ χαμαιδρύῳ περιτυχὼν