1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

84

λεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπῆγε τούτους τοῦ ἐγχειρή ματος. Ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κατ' αὐτῶν ὡρμηκότες ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. Εἶτα τοῦ βασιλέως στοχασαμένου τοῦ τόπου δι' οὗ ὁ Βαϊμοῦντος ἔμελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας μετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδη νοῦ προεξάρχοντος, ἅμα τῷ πλησίον γενέσθαι εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ' αὐτῶν ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.

5.7.1 Τῇ δὲ μετ' αὐτὴν αὐγαζούσης ἤδη τῆς ἡμέρας παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφε πομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου, ἐπεὶ ἑλώδη τόπον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτε λευτῶσαν εἰς στενωπὸν ὀξύν (κλεισούραν τοῦτον καλοῦσι), τὴν λεγομένην ∆ομενίκου παλάτιον, διὰ τούτου εἰσελθὼν ἐκεῖ τὸν χάρακα ἐπήξατο. Τῇ δὲ μετ' αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτὸν ὁ φαλαγγάρχης Μιχαὴλ ὁ ∆ούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός, ἀνήρ τις ἐπὶ φρονήσει διαβεβοημένος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε καιροῦ, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων (θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα), συνιδεῖν δὲ τὸ μέλλον καὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ ἀπαρά μιλλος. 5.7.2 Τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψε μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὲν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν, ὀλίγους δὲ διελεῖν Τούρκων καὶ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καὶ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. Εἰσελθόντων δὲ καὶ ἱππασίας ποιουμένων κατὰ τῶν Λατίνων οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδᾴζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. Ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρα τηγικῆς ἐπιστήμης τοὺς ὑπ' αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρε μεῖν. Ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ' αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου εἰσῆλθε καὶ αὐτός. Ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, «ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας,» εἶπεν ἄν τις ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τού τους καὶ τὸν πρωτοστράτορα Μιχαὴλ ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ' αὐτῶν ἵεται· οἱ δὲ παραχρῆμα νῶτα τούτῳ διδόασιν. 5.7.3 Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ' ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ' «ἐπὶ δεξιὰ ἠδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην» καθ' Ὅμηρον ἐν τῷ τοῦ στομίου ἐξέρχεσθαι δεξιὰ παρεκκλίνας γοργῶς ἐπιστραφεὶς παίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ' εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. Ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. Ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. Οἱ γοῦν Λατῖνοι τὴν σημαίαν ἐξ ὀρθίου σχήματος κατα κλιθεῖσαν ἑωρακότες ἐν συγχύσει γεγόνασι καὶ ἐφ' ἑτέραν ἐτράποντο ἀτραπόν, δι' ἧς καὶ τὰ Τρίκαλα καταλαμβάνου σιν ἤδη προκατασχεθέντα παρά τινων τῶν μετὰ τοῦ Βαϊ μούντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. Κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμ βάνουσι τὴν Καστορίαν. 5.7.4 Ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ τὴν Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποστείλας πολλὰς ὑποσχέσεις ἐπε ποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, ὥσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν εἰς θάλασσαν καὶ ἀναζη τῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου