85
πατρὸς Ῥομπέρτου καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. Καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς καὶ μυρίων εὐεργε σιῶν ἐπαπολαῦσαι. Καὶ ὅσοι μὲν τούτων ἐπὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ' αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. 5.7.5 Ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες τοὺς τῶν παραδραμόντων τεσσά ρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. Ὁ δὲ μὴ ἔχων ἀποδοῦναι ἀνεβάλλετο τέως. Ὡς δὲ ἐνέκειντο εὔλογα αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε καὶ τὸν τοὺς Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. Τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλίδα τῶν πόλεων ἐπαναζεύγνυσι.
5.8.1 Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρὼν οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέ σεως ἔτυχεν. Ἀλλ' ὁποῖος ἐκεῖνος ἀποστολικὸς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κἂν καὶ κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο (Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται), ἀλλ' οὐδ' οὕτως ἠμέλει τοῦ δόγματος. Ἐπὶ τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν ἐβλάστησαν μεγάλως τὴν ἐκκλησίαν συνταράττοντα. Οὗτος δὲ ὁ Ἰταλός (δεῖ γὰρ τὰ κατ' αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ' ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. Οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κατ' αὐτῶν καὶ μάχας ἀπονενευκό τες τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο, μεθ' ὧν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν ἔχων καὶ τὸν παῖδα μεθ' ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφε πόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικὰ οἷα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. Τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. 5.8.2 Ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερό μενος πέφευγε. Καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατή χθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. Ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ' ὅπως, τὴν Κωνσταντίνου κατέλαβε παι δείας ἁπάσης καὶ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. Καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννή του καὶ μέχρις αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ καὶ τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ' οὖν γε πάλιν οὐ καταδεδυκὼς ἀνέλαμψε καὶ ἀνέθορε καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἐπὶ τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος, τὰ πρὸ τούτου χλιδώντων τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. 5.8.3 Οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκὼς καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις (ἧσαν γὰρ τότε καί τινες περὶ τὴν βασιλεύου σαν τοιοῦτοι) παιδείας τοίνυν ἐξ ἐκείνων λογικῆς μετα σχὼν καὶ Μιχαὴλ ἐκείνῳ τῷ Ψελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ Θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν τῆς μητρὸς θερμοτά την ἱκεσίαν ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεπτῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς καὶ τὰ Ἑλλήνων καὶ Χαλδαίων ἀκρι βωσάμενος γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ. Τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ