1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

86

βαρβαρικῷ οὐκ ἠδύνατο φιλοσοφίας εἰς βάθος ἐλθεῖν διδασκάλων ὅλως μηδ' ἐν τῷ μανθάνειν ἀνεχόμενος, θρά σους ὢν μεστὸς καὶ ἀπονοίας βαρβαρικῆς πάντων τε καθυ περτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος καὶ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. Ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ καθημερινοὺς θορύβους ἐν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο σοφιστικὰς συνείρων ἐρεσχελίας καὶ πᾶν εἴ τι τοιοῦτον προτιθεὶς καὶ αὖθις ὑπέχων λόγον τοιουτότροπον. 5.8.4 Τοῦτον προσηταιρίσατο καὶ ὁ τηνι καῦτα βασιλεύων Μιχαὴλ ὁ ∆ούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν Ψελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ καὶ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις. Ἦσαν γὰρ φιλολογώτατοι οἱ ∆οῦκαι καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. Ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἂν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο. 5.8.5 Τί τὸ μετὰ ταῦτα; Ἐσφάδᾳζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν κατὰ Ῥωμαίων καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. Καὶ ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. Καὶ ἵνα συντέμω τὸν λόγον, ὡς κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδοὺς καὶ ἀπεστέλλετο ὁ μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. Εἶθ' ὁποῖος ἐκεῖνος μεταμεληθεὶς πρὸς τὸν βασιλέα παρακλήσει χρησάμενος κατὰ κέλευσιν ἐκείνου τὴν Κωνσταντίνου κατέλαβε τὴν μονὴν τὴν οὕτω καλου μένην Πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. Ἔνθα καὶ τοῦ Ψελλοῦ μεταχωρή σαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν αὐτὸς φιλοσο φίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τάς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζε. 5.8.6 Καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἀνθρώπων τὴν δεινοτάτην περιπατη τικὴν καὶ ταύτης πλέον τὴν διαλεκτικήν. Πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδ' ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρ μοστο καὶ εἰς κάλλος ἀπέξεστο. Ἔνθεν τοι καὶ τοῦ χαρα κτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἀνεμπεριβόλως. Καὶ συνενενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει ἰδριμύτητος. ∆ιαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ ξύγγραμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. Οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συνενε χθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. Ἑκατέ ρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. Οὕτως ἐμπείρως εἶχε τῆς διαλεκτικῆς ὁ ἀνὴρ καὶ ταῖς ἐπαλλήλαις ἐπερω τήσεσι κατέπνιγε τοὺς διαλεγομένους συγχέων αὐτῶν καὶ συνταράττων τὸν νοῦν. Καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυ χόντα τοὺς λαβυρίνθους τούτου διελθεῖν. 5.8.7 Ἀμουσότα τος δὲ ἄλλως ἦν καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἥντινα προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου κατέλυε καὶ ἠφά νιζεν ὁ θυμός. ∆ιελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνὴρ καὶ τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως ἐλθεῖν οὐδ' αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικει μένου τὸ στόμα καὶ σιγὴν αὐτοῦ καταψηφιεῖσθαι, ἀλλ' εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσε φήλλετο καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἦν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. Τοῦτο δὲ μόνον ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανε τοῦτον ὁ θυμὸς καὶ τὸ δάκρυον κατελάμβανε καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. 5.8.8 Εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ