87
μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, <τὸ> πρόσωπον ἐμφανὲς καὶ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος, τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων, τὴν δὲ φωνὴν τοιοῦτος οἷος ἂν ἀπὸ τῶν Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν ἡμεδαπὴν γῆν τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοι τι τὴν φωνήν, ἀλλ' ἔστιν οὗ καὶ κολοβωτέρας ἐκφέροι τὰς συλλα βάς. Ἀλλ' οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγὲς οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. Ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις, ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγον.
5.9.1 Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης καὶ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος (καὶ γὰρ τά τε Πρό κλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ Ἰαμβλίχου ἀνεκάλυπτε τούτοις δόγματα καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καὶ τὴν ὡς ὀργάνου παρεχο μένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε τὸν θυμὸν καὶ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. 5.9.2 Καὶ ὅρα μοι τοὺς τούτου μαθητάς, τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκ τικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισὶ μετα φοραῖς, ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλα τινὰ ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλό κοτα. 5.9.3 Καὶ τίς γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων; Τοὺς ἐμούς φημι τοκέας καὶ βασιλεῖς. Ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι γάρ μοι τοῦτο νόμος ῥητορικός. Μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις ἀρίστου προκειμένου βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματιστῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. Ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις ὁπόσον περὶ τὰ δόγματα τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. Καί μοι πολλάκις θαυμάζειν ἐπῄει καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν «Πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; Ἔγωγε τρέμω καὶ οὐδ' ἄκροις ὠσὶν ἀποτολμῶ τούτων ἐπαΐειν. Τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται τοῖς ἀναγινώσκουσιν.» Ἡ δὲ μειδιάσασα ἔφη, «Ἐπαινετὴν οἶδα τὴν δειλίαν ταύτην· καὶ οὐδ' αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. Ἀλλ' ὅμως ἀπο σπᾶσθαι τούτων οὐ δύναμαι. Σὺ δέ μοι μικρὸν ἀνάμεινον καὶ ταῖς ἄλλαις ἐγκύψασα βίβλοις πρότερον καὶ τῆς τούτων ἀπογεύσῃ ἡδύτητος.» Ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. Ἀλλά με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. 5.9.4 Ἐν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλὸς πᾶσι καταφρονητικῶς προσεφέρετο τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράν νους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. Καὶ εἶχον πολλοὺς προφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. Ἀλλὰ ταῦτα μὴν ἦσαν πρὸ τοῦ ἀναχθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς, τοῦ λόγου πόρρω που