89
πετρώδεις βουνοὺς ἀπο τελευτῶν. Περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσο πύργια ᾠκοδόμηνται κάστρου δίκην, ὅπερ καὶ Καστορία ὀνομάζεται. Ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς τὸν Βρυέννιον δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοπυργίων πρώτως δι' ἑλεπόλεων ἀποπειρᾶσθαι. Ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. 6.1.2 Τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας διὰ πάσης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον, ἐπεὶ καρτερώτερον οἱ ἐντὸς ἀνθίσταντο (οὐκ ἐνεδίδουν οὐδὲ τοῦ τείχους καταρραγέντος), ὡς δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουλεύεται γενναίαν ἅμα καὶ συνετήν, ἵν' ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου καὶ τῆς λίμνης διὰ πλοίων εἰσαγαγὼν γενναίους τινὰς ἐν ταὐτῷ τὸν πόλεμον ποιή σηται. Πλοίων δὲ μὴ ἐνόντων ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. Ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως ἀνιόντας, τοὺς δ' ἐξ ἑτέρου κατιόντας πλείονα χρόνον τρίβοντας ἐν τῷ κατιέναι τὸν Παλαιολόγον Γεώρ γιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας εἰς τοὺς περὶ τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ ὁπηνίκα τὸν αὐτοκράτορα θεάσεται ἀπὸ τῆς χέρσου τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχε σθαι δυνάμενοι, ἀλλ' ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος ἁλώσιμοι τηνικαῦτα ἐκ ταὐτοῦ μέρους γένων ται. 6.1.3 Ὁ μὲν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας ὁπλισάμενος εἱστή κει σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτὸ τούτῳ ἐπισημή νασθαι. Αὐγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. Ὁ δὲ σκοπὸς τὸ δοθὲν σημεῖον θεασάμενος δι' ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. Ὁ δ' εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον καταλαβὼν συνησπικὼς ἵστατο. 6.1.4 Τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιος ὁρῶν καὶ τὸν Παλαιο λόγον κατ' αὐτῶν βρύχοντα οὐδ' οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. Οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον· «Ὁρᾷς ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστιν οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι». Καὶ παραχρῆμα ἔργου ἁψάμενοι ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν μὲν σημαίαν πρὸς τῷ τοῦ μεγαλομάρτυρος Γεωργίου τεμένει στῆναι (ἔφθασε γὰρ ἐπ' ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδο μηθῆναι ὁ ναὸς οὑτοσί), τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα, ἵν' «ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυίᾳ προσέλ θωσιν, ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι». Ταῦτ' εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. Ὁ δὲ Βρυέν νιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν οὐδαμῶς ἠβούλετο, ἐπώμνυτο δὲ μηδέποτε κατ' αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοίη τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλείας ἀκινδύνως διασώσοντας καὶ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι