90
χώραν. Ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν· αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάν τιον εἴχετο νικητὴς ἐπιφανέστατος.
6.2.1 Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακό 6.2.1 ψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διη γήσομαι. Οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν, ἀλλ' ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. Οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπῖλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. ∆ιὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἵνα μὴ ἐν συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. Ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμω ρήσασθαι, τοὺς δέ γε λοιποὺς τῷ τοῦ στρατοπέδου συγκα ταλέξαι σώματι. 6.2.2 Ἔνθεν τοι καὶ διὰ τρόπου τούτους μετῄει. Γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ἀνδρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν. Ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα καὶ οὔπω πρὸς λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρ χεσθαι συχναῖς ὑποσχέσεσιν. Οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν εἰ τάχα καὶ τὰ γράμ ματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βου λόμενοι τῆς πρὸς αὐτὸν εἴχοντο. 6.2.3 Ἐκεῖνος δὲ τὴν Μοσυ νούπολιν καταλαβὼν αὐτοῦ που προσέμενεν ὑποκρινόμενος δι' ἄλλα τινὰ ἐγκαρτερεῖν, τὸ δέ γε ὅλον τὴν αὐτῶν ἀνα μένων ἄφιξιν. Καταλαβόντων δὲ ἐσχηματίζετο ἀναθεωρῆ σαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγρά ψασθαι. Ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο καὶ οὐ φύρδην, ἀλλὰ κατὰ δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων πορεύεσθαι ἐκέλευσε, τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος κᾆθ' οὕτως εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. Ἡτοιμασμένοι δὲ ὄντες οἱ τούτους δεσμεῖν ὀφείλοντες τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι τούτους ἐν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. Οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ. 6.2.4 Τού τους μὲν οὖν οὕτω κατέσχε καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλὼν διενείματο τοῖς συγκεκοπιακόσι τούτῳ ἐν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις ἐκείνοις γενναίοις στρατιώταις. Ἀπελθὼν δὲ ὁ τὴν οἰκο νομίαν ταύτην ἀναδεξάμενος καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχε. Τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας μετὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπε τύγχανον. ∆ιὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς αἰτίους τῆς τοιαύτης ἀπονοίας ἐν νήσοις περιορίσας καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκώς, ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. Οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον ὡς ἐνὸν τὰ κατ' αὐτοὺς οἰκονομήσοντες. 6.3.1 Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπά νεισιν. Οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ' αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα, ἀλλ' ἀκούων ἐτιτρώσκετο τὴν ψυχὴν ὅτι μὴ τοσοῦτον εἰργασμένος πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἶχεν ἑαυτῷ περιχαί νοντα. Ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἐξ ἀπορίας τῶν βασιλικῶν ταμιείων πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ' οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέξειαν. Ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν ὡς μετὰ τὸ κατορθῶσαι