1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

92

6.4.1 Ἐν τούτοις ἐπιστᾶσα βουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων καὶ διεμηνύθη τηνικαῦτα τῷ αὐτοκράτορι. Καὶ οἱ κατήγοροι παρέστησαν καὶ τοὺς συνίστορας τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. Ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ' αὐτῶν βαρείας ἐπερχομένης ὁ αὐτοκρά τωρ ποινὴν μὲν οὐδαμῶς αὐτοῖς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. Ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. 6.4.2 Ὁπηνίκα ὁ αὐτοκράτωρ εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ Νικηφόρου τοῦ Βοτανειάτου ἀνηνέχθη, Τραυλόν τινα Μανιχαῖον προσλαβόμενος μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε καὶ τοῦ θείου βαπτίσματος ἀξιώσας μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. Οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύ τας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τά τε προσόντα ἀφαιρεθείσας ἅπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. Ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσ κοντα τοῦτον ὁρῶσα δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων ἐμπεπιστευμένῳ. 6.4.3 Οὐ διέλαθε τοῦτο τὸν Τραυλὸν καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἑσπέρας μεταπέμπεται. Καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες, καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυ τηνὶ τὴν Βελιάτοβαν τέμπους. Ἄοικον δὲ τοῦτο ἐφευρη κότες ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο, εἶτα τὰς καθ' ἑκάστην ἐκεῖθεν ἐκδρο μὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέστρεφον. 6.4.4 Ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος σπονδὰς μετὰ τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ ∆ρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἑνὸς θυγατέρα, σπεύδων ὅλῃ χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύ σεως. Ταῦτα δὲ ὁ βασιλεὺς καθ' ἑκάστην μανθάνων τὸ μέλλον προμηθευσόμενος ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων ὑφορώμενος τὸ ἐξ αὐτοῦ τεχ θησόμενον κακόν. Ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καὶ πάσης ἐλευθερίας ἐκθέμενος ἐκπέπομφε πρὸς αὐτόν. Ἀλλ' ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα τούς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐκ τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καὶ λῃζόμενος τὰ παρακείμενα ἅπαντα.

6.5.1 Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος ὑποσπόνδους αὖθις εἶχεν. Ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα ἔτι χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος. Καὶ τὰ κατὰ τὸν Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας, ὧν οἱ μὲν θητεῦσαι τῷ αὐτοκράτορι προείλοντο, ἄλλοι δὲ ἄλλοσε διεσπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν· καὶ καταλαμβάνει τὸν ἴδιον πατέρα Ῥομπέρτον εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κατὰ τοῦ βασιλέως εἰπὼν ἠρέθιζε κατ' αὐτοῦ. Ὃν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα καὶ τὰς πολλὰς ἐκείνας ἃς ἐπ' αὐτῷ εἶχεν ἐλπίδας ὀστράκου δίκην εἰς τοὐναντίον μετα πεσούσας αὖος ἐφ' ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. Περὶ πάντων δὲ πυθόμενος καὶ μαθὼν τὰ παρ' ἐλπίδας αὐτῷ συμπεσόντα ἀθυμίᾳ κατεσχέθη. Ἀγεννὲς μὲν οὖν οὐδ' οὕτω τι