1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

94

καταφρονητικῶς πρὸς τὸν Ῥομπέρτον διετίθεντο. Εἶτα διελόντες τὰ ταχύ δρομα τῶν πλοίων ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καὶ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἤττησαν. Ὁ δὲ Ῥομπέρτος ταῦτα μεμαθηκὼς ἀπό τινος Βενετίκου, Κονταρίνου Πέτρου καλουμένου, ἄρτι προσπε φευγότος αὐτῷ ἐπὶ πλέον ἀθυμεῖ καὶ οὐκέτ' ἀνεκτῶς εἶχε· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας ἑαυτὸν αὖθις κατὰ τῶν Βενετίκων ἵεται. Οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλα γέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζονα τούτων πλοῖα καλῳδίοις περὶ τὸν λιμένα τῆς Κορυφὼ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα τὰ σμικρὰ τούτων ἐς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτου ἔλευσιν. 6.5.7 Ὁ δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. Ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρῴην ἰσχυρότερος ἐκθύμως μαχομένων ἢ πρό τερον. Καρτερᾶς οὖν μάχης ἀναμεταξὺ γεγονυίας καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσ ωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τὰ προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν καὶ οὐδὲν ἄλλο πλὴν τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν, αὗται δὲ τῇ κουφότητι ἐπεπό λαζον οἷον τοῖς ὕδασιν ἀνεχόμεναι, ὡς μηδ' ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος, πανσυδὶ ἐπὶ τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες τηνι καῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. Αἱ δ' ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν. 6.5.8 Ὁ δὲ Ῥομπέρτος μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθεὶς πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἐχρήσατο τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομή σας, τινῶν δὲ καὶ χεῖρας ἢ πόδας ἢ καὶ ἀμφότερα ἀφελόμε νος. Περὶ δέ γε τῶν λοιπῶν, ἀποστείλας πρὸς τοὺς ὁμοχώ ρους αὐτῶν, διεφήμισεν ἵν' ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς ἀφόβως παραγίνοιτο. Ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν· «Ἴσθι, δοὺξ Ῥομπέρτε, ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καὶ τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα Ἀλέξιον συνθήκας ἀπαρνησώμεθα οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν». 6.5.9 Καιροῦ δ' ὀλίγου παρερρυηκότος δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλα τινὰ τῶν μικρῶν καὶ ταχυδρόμων νηῶν μετὰ πλείο νος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. Καὶ δὴ κατα λαβόντες αὐτὸν περὶ τὸ Βοθρεντὸν αὐλιζόμενον τὸν μετ' αὐτοῦ συνάπτουσι πόλεμον καὶ κατὰ κράτος νικῶσι πολ λοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον. Καὶ νίκην κατ' αὐτοῦ λαμπρὰν ἀράμενοι δηλοῦσι πάντα τῷ βασιλεῖ. 6.5.10 Ὃς διὰ πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην ἠξίωσε μετὰ τῆς ἀναλόγου ῥόγας. Ἀλλὰ καὶ πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. Τῇ μέντοι ἐπ' ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ἐκκλησίᾳ ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κων σταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε, καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διήκοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστή ματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο, καὶ ἑτέρων πολλῶν ἀκινήτων δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει ∆υρραχίου καὶ ὅποι ποτ' ἂν ἐκεῖνοι ᾐτήσαντο. Τὸ δὲ δὴ μεῖζον, τὴν ἐμπορίαν αὐτοῖς ἀζήμιον ἐποίησεν ἐν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίων χώραις, ὥστε ἀνέτως ἐμπορεύεσθαι καὶ κατὰ τὸ αὐτοῖς βουλητὸν μήτε μὴν ὑπὲρ κομμερκίου ἢ ἑτέρας τινὸς εἰσπράξεως τῷ δημοσίῳ