1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

95

εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ' ἔξω πάσης εἶναι ῥωμαϊκῆς ἐξουσίας.

6.6.1 Ὁ δέ γε Ῥομπέρτος (ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὅθεν ἐξέπεσε καὶ καθ' εἱρμὸν ἐχέσθω τῆς διηγήσεως) οὐδὲ μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. Ἀλλ' ἐπεὶ προ φθάσας τινὰ τῶν πλοίων αὐτοῦ μετὰ τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας ἀπέστειλε σπεύδων τὴν ἐν αὐτῇ πόλιν κατασχεῖν, τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσ ώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβε. Καὶ πρὶν ἢ ταῖς λοιπαῖς δυνάμεσι καὶ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρ τερῶν ἔτι περὶ τὸν Ἀθέρα (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας) λάβρῳ κατέχεται πυρετῷ. Μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν ὕδωρ ψυχρὸν αἰτεῖ. Τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων εἰς τὴν τοῦ ὕδατος ζήτη σιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν· «Ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. Ἐν αὐτῇ πόλις μεγάλη πρῴην ᾠκοδόμηται Ἱερουσαλὴμ καλυμένη, κἂν τῷ χρόνῳ ἠρείπω ται· ἐν αὐτῇ πηγὴ ἦν πότιμον ἐς ἀεὶ καὶ ψυχρὸν ὕδωρ ἀναδιδοῦσα.» 6.6.2 Τούτων ὁ Ῥομπέρτος ἀκούσας δέει πολλῷ τηνικαῦτα συνεσχέθη· συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλὴμ τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα ἐπεγίνωσκε. Καὶ γὰρ πρὸ πολλοῦ τινες αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι, ὅτι «Μέχρι καὶ αὐτοῦ τοῦ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχό μενος τῷ χρεὼν λειτουργήσεις». Εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν εἴτε πλευρῖτις ἦν ἡ νόσος, ἀκριβῶς λέγειν οὐκ ἔχω, τέως δι' ἓξ ἡμερῶν τελευτᾷ. 6.6.3 Καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ' αὐτῷ. Ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. Ὃς τοῦτο μαθὼν λύπῃ μὲν τηνικαῦτα ἀφο ρήτῳ συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησά μενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς μετακα λεσάμενος ἅπαντας πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν ἀπαράκλητα κλαίων ἐπὶ τῇ τοῦ πατρὸς τελευτῇ, ὁρκίζει δὲ ἅπαντας εἰς ἑαυτόν. Καὶ ἀναλαβόμενος τούτους εἰς Ἀπου ληΐαν διαπερᾷ. Ἐν τῷ διαπερᾶν δὲ μεγίστῳ κλύδωνι, κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν ὥστε τὰ μὲν τῶν πλοίων βυθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαράξαντα συνθραυσ θῆναι. Τὸ δὲ τὸν νεκρὸν κομίζον πλοῖον ἡμίθραυστον γέγονε· μόγις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ' αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενούσιον διεσώσαντο. Καὶ εἰς τὴν ἐπ' ὀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ καὶ οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, καὶ αὐτὸς ἐνσοριάζεται. Τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ πέμπτῳ χρόνῳ τῆς δουκικῆς αὐτοῦ ἀρχῆς τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. 6.6.4 Μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον ἀνέσφαλε μὲν ἄχθος τοιοῦτον ἀπωμισάμενος· ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ ∆υρράχιον ἔτι κατέχουσιν εἰς διχόνοιαν τούτους διὰ γραμ μάτων καὶ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος κᾆθ' οὕτως ῥᾷστα τὴν πόλιν ∆υρραχίου ἐλπίζων λήψεσθαι. Ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλ φηνοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἄποικοι εἰς Ἐπίδαμνον ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ παραδοῦναί οἱ τὸ ∆υρράχιον. Ἀλλὰ καὶ αὐτός, δι' ὑποσχέσεων καὶ δωρεῶν, οὐκ ἐνεδίδου ὅλως ὥστε τὴν πόλιν ∆υρραχίου παραδοῦναι αὐτῷ. Καταπειθεῖς οὖν γεγονότες (τοιοῦτον γὰρ τὸ Λατί νων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑνὸς πιπράσ κειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα) μεγάλα ἐλπίσαντες καὶ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ῥομπέρτῳ προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ προσελ