97
βασιλὶς Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ἣν ὁ Κατανάγκης προεῖ πεν. Ὁ δὲ βασιλεύς, ἐπεὶ περὶ αὐτοῦ πολλάκις προμαν τευσάμενος τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἵνα μὴ δι' ἐμπάθειαν δόξῃ τοῦτον ἐκεῖθεν ἀπελαύνειν. 6.7.6 Ἀλλ' ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀνα στρέψωμεν, ἵνα μὴ δοκοίημεν μετεωρολέσχαι τινὲς καὶ τοῖς ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζο φοῦντες. Ὁ δέ γε Ῥομπέρτος, ὡς ὁ λόγος ἐκράτει καί τινες ἔλεγον, ἡγεμὼν ἐξαίρετος γέγονεν, ἀγχίνους, εὐπρε πὴς τὴν ὄψιν, ἀστεῖος ἐν λόγοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ' αὐτοῦ μεγάλη, εὐπρόσιτος, εὐμεγέθης τὸ σῶμα, σύμμε τρον τὴν κόμην ἔχων ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἤθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σῴζων καὶ τού τοις ἐπιγαννύμενος, δι' ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο, πάντας τοὺς ὑπ' αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκώτερον πρὸς αὐτὸν διατεθε μένους. Φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσότατος, ἐμπο ρικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδο ξότατος· ὑφ' ὧν πάντων ἡττώμενος πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. 6.7.7 Κακίζουσι δέ τινες τὸν αὐτο κράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ' αὐτοῦ πόλεμον τότε προαρπάσαντα. Εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνεζήτησεν, ὥς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ ∆αλματίας παρὰ τοῦ Βοδίνου πεμπομένων. Ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκό ποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς ὀϊστοὺς διὰ γλώττης πέμποντες. Τὸ γὰρ τοῦ Ῥομ πέρτου ἀνδρεῖον καὶ περὶ τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον ἅπαντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνιζομένων ἦν ὁ ἀνὴρ ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινόμενος.
6.8.1 Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων τροπαιοφόρος νικητὴς πρὸς τὴν βασιλεύουσαν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ ∆εκεμβρίου μηνὸς ἑβδόμης ἐπινεμήσεως, τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πορφύραν τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὗ καὶ τὸ τῶν πορφυρογεννήτων ὄνομα εἰς τὴν οἰκου μένην διέδραμε. Κατὰ δὲ τὸ περίορθρον (σάββατον δὲ ἦν) τίκτεται τούτοις παιδίον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἄρα ἦν τοῦτο. 6.8.2 Καὶ ὥς γε τὴν βασιλίδα καὶ μητέρα ἔν τισι καιροῖς διηγουμένην ἤκουον, ὅτι πρὸς τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς τοῦ Ῥομπέρτου μάχης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κόπων) ταῖς ὠδῖσι συνεχομένη σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη· «Μεῖνον ἔτι, παιδίον, τὴν τοῦ πατρὸς ἄφιξιν». Πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ αὐτῆς καταμεμψαμένη ἔφη μετ' ὀργῆς· «Εἰ δὲ μετὰ μῆνα ἐλεύσε ται, οἶδας; Καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε ρήσεις;» Ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως ὑπεσημαίνετο. Καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδω κυῖα καὶ ἀπολαβοῦσα τὸ φρονοῦν καθαρῶς φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. Καὶ μάρτυρες τοιούτου τοῦ ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καὶ τῶν πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καὶ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς