99
Πουζάνος παρὰ τοῦ Περσῶν σουλτὰν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ σουλτὰν Τουτούση ἡττηθεὶς ἀνῃρέθη καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Που ζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. 6.9.2 Ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ' ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ ∆ιογένους ἀνενεχθεὶς καὶ τὰ συμβάντα τῷ ∆ιογένει θεασάμενος καὶ τὴν τῶν ὀμμάτων αὐτοῦ στέρησιν βεβαιωθεὶς διαφερόντως τοῦτον ποθῶν οὐκ ἔφερεν, ἀλλ' ἀποστασίαν μελετήσας τὴν τῆς Ἀντιόχου ἐξουσίαν ἑαυτῷ περιεποιήσατο. Καθ' ἑκάστην δὲ τῶν Τούρκων λῃζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. Ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο τοῦτον σφόδρα τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ' οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. Περίλυπος τοίνυν γενόμενος δι' ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νίκαιαν καὶ προσελθὼν τῷ Ἀμὴρ Σολυμᾶ διεγείρει τοῦτον εἰς πολιορ κίαν τῆς Ἀντιοχείας τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν καὶ πρὸς τὸν πόλεμον τὸν κατὰ τοῦ πατρὸς παροξύνει. Πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς τὴν Ἀντιόχειαν μέλλειν ἀπέρχεσαι τὸν μὲν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων ἡγεμόνα τοῦτον κατονομάσας· ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱὸν διὰ δώδεκα νυκτῶν διὰ τὸ ἀνύποπτον (τὰς γὰρ ἡμέρας ἠρέμει) καταλαμβάνει τὴν Ἀντιόχειαν καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. 6.9.3 Ἐν τούτοις δὲ καὶ ὁ Χαρατικὴς λαθραίως συλᾷ τὴν Σινώπην χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. Ὁ δὲ Τουτούσης τοῦ μεγάλου σουλτὰν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας πάσης καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῆς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ἤδη περιποιού μενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ Χάλεπ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. Συνηντηκότος δ' αὐτῷ Ἀμὴρ Σολυμᾶ πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας, καὶ ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. Πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν παρεκκλίνας ἐν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικὼς ἐπ' αὐτῇ προσουδίσας ἐκάθητο. Ἀλλ' οὐ διέλαθε τοὺς ὁμοφύλους. Προσελη λυθότες γὰρ αὐτῷ τινες τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. Ὁ δ' ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. Ἐγκειμένων δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἷα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας καὶ κακὸς κακῶς ἀπώλετο. Παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. 6.9.4 Ὁ δὲ μέγας σουλτὰν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη ἀπέστειλε πρὸς τὸν αὐτοκράτορα τὸν Σιαοὺς μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναί οἱ τὰ κάστρα καὶ ὁλοψύχως βοηθεῖν. Τοῦτον θεασάμενος ὁ βασιλεὺς καὶ τὰς τοῦ σουλτὰν γραφὰς ὑπαναγνοὺς περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος ἐπυνθάνετο, πόθεν τε ὥρμη ται καὶ τίνες οἱ τούτου γονεῖς. Τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἶναι λέγοντος, τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος, πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπε ποίητο ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. Συνέθετο πρὸς