101
ἐπι καταλαμβάνειν παρὰ τοῦ νεωστὶ γεγονότος σουλτὰν τοῦ Παργιαροὺχ ἀποσταλέντα. Ταῦτα ὁ Τατίκιος καὶ δι' ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντι καθισταμένας οὐκ εἶχεν, ἀναλύων τὰ δόξαντα πρότερον ἀγαπητὸν ἐλογίζετο εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατη ρήσειε, καὶ μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρο τέρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. Ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καὶ πρὸς ταύτην ἑώρα διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. 6.10.4 Ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντίνου ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον ἐξεληλυθὼς παρείπετο, ἵν' ἐπὰν ἐν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα θεάσοιτο, προσβαλεῖ. Κατα λαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακὼς ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν μάχην ἀναρρήγνυσιν. Ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον κατα στησάμενος τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. Οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι χαλάσαντες ὅλας ἡνίας ὡς πῦρ κατὰ τῶν βαρβάρων ἵενται καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. Κᾆθ' οὕτως διὰ τῆς Βιθυνῶν πρὸς τὴν βασιλεύουσαν ὁ Τατίκιος ἐπανέρχεται. 6.10.5 Ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. Ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδή σασθαι ἀρχῆς, εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν παρὰ θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. Τοιαῦτα γοῦν λογιζόμενος πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο τὴν Κίον καταλαβών (πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη), καὶ προέβαινεν, ὡς ᾤετο, <τὰ> κατὰ σκοπὸν αὐτῷ ἀπαρτιζομένων τῶν νηῶν. Οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθε. Καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας Μανουὴλ τὸν Βουτουμίτην δοῦκα προβαλόμενος κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, ἐν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. Ἀλλὰ καὶ τὸν Τατί κιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ' αὐτοῦ ἐκπέμπει. 6.10.6 Ἀμφοτέρων οὖν τῆς πόλεως ἐξεληλυθότων, ἐπεὶ τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο μεμα θήκοι δὲ καὶ περὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων καὶ τὸν τόπον, ἐν ᾧ ἔτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογί ζοιτο διὰ τὸ τραχὺ καὶ στενὸν καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον ὡς μὴ ἀποχρῶντα τούτοις πρὸς τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. Καταλαμ βάνει τοίνυν τόπον παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, παρὰ δὲ τῶν Κυπαρίσσιον. 6.10.7 Ἐφθακὼς δὲ ὁ Βουτου μίτης διαπόντιος θᾶττον ἢ λόγος τὰς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησε. Τῇ δὲ μετ' αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος ἐν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρις ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἐπὶ ὅλαις πεντεκαίδεκα ἡμέραις. Τοῦ δὲ Ἀπελχασὴμ μηδ' ὅλως ἐνδιδόντος, ἀλλ' ἰσχυρῶς ἀντι καθισταμένου ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον ἵν' οὗτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέξωνται μάχην. Ὁ δέ, κἂν μὴ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα ἐδόκει, ἀλλὰ καθ' ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχω ρούσας τῷ Ἀπελχασὴμ ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. Καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. Πολλοὶ μὲν οὖν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καὶ ἁλίσ κονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι μηδὲ τῶν οἰκείων σκευῶν φροντίδα ποιησάμενοι. Καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόγις διασῴζεται.