105
σουλτὰν μεμαθηκότες ἀναίρεσιν ὑπέστρεψαν. 6.12.5 Καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας κατ' αὐτοῦ στρατεύσαντα τυφω θεὶς καὶ τὸν σουλτὰν μεμαθηκὼς εἰς εἰρηνικὰς σπονδὰς μετὰ τοῦ αὐτοκράτορος ἤδη ἐπείγεσθαι πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. ∆υοκαίδεκα τοίνυν Χασίους τῇ Περσίδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτὰν ἐξέπεμψε καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τἀδελφοῦ σφαγῆς, «Ἄπιτε» φάμενος «καὶ πρῶτα μὲν διακηρυκεύσατε ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτὰν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθαι, πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελίσατε ἀδελφόν». 6.12.6 Οἱ δὲ πρέσβεις ἢ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν πεμπόμενοι προ θυμότατα πρὸς τὴν τοῦ σουλτὰν σφαγὴν ἀπῄεσαν. Μεθύοντα τοίνυν τοῦτον καταλαβόντες, ἐπεὶ πᾶσα ἐκεχει ρία τούτοις ἐδίδοτο τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλ τὰν φυλακὴν πόρρωθεν ἑστηκότων, αὐτοὶ πλησιάσαντες τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. Τοιοῦτον γὰρ τὸ τῶν Χασίων ἐστὶν αἵμασι χαῖρον καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι, εἰ μόνον διὰ σπλάγ χνων ἀνθρωπίνων τὸ ξίφος ἐλάσειαν. Τοῦ λοιποῦ δέ, κἄν τινες αὐτοὺς ἴσως ἐπ' αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορ δεύσειαν, καθάπερ τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνα τον ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διαδεχόμενοί τε καὶ παραπέμποντες. Ἐκείνων μὲν οὖν πρὸς τὸν Τουτούσην ὑπέστρεψεν οὐδεὶς ἀντίλυτρον οἷον τὰς ἰδίας ὑποσχόντων σφαγάς. 6.12.7 Ὁ μέντοι Πουζάνος ταῦτα μεμαθηκὼς σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χοροσὰν ἐπανέστρεψεν. Ἐπὰν δὲ τῷ Χοροσὰν προσπελάσειε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρεθέντος ἀδελφὸς Τουτούσης. Καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο καὶ θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ Που ζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράσσων τὰς φάλαγγας. Ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο ἄλλος ἄλλοσε σκεδασθέντες· Ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χοροσὰν ἐπανέστρεφεν ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος καὶ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. Καὶ γὰρ συνην τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτὰν υἱός, ὁ Παργιαρούχ, ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν καὶ συμβαλὼν ὅλῃ χειρὶ καὶ γνώμῃ εἰς πολλὰ τὰς τοῦ Τουτούση δυνάμεις διέσπασε καὶ τρέψας ἀνὰ κράτος ἐδίωκεν. Ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυά του φυσῶν Τουτούσης. 6.12.8 Τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χοροσὰν σουλτὰν ἐξεληλυ θότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν, ὁ ἀδελφὸς αὐτοῦ Πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. Αἰσθόμε νος δὲ τούτου ὁ αὐτοκράτωρ δαψιλεῖς τὰς δωρεὰς ὑπισ χνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. Ὁ δὲ Πουλχάσης ἤθελε μέν, ἀλλ' ἀνεβάλλετο αὖθις ἀπο βλέπων πρὸς τὸν Ἀπελχασὴμ καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο ἀπαιωρῶν οἷον αὐτόν, τῇ δ' ἀληθείᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος ἐπανέλευσιν. Ἐν τῷ μεταξὺ δὲ γίνεταί τι τοιοῦτον. Ὁ παρὰ τῶν Χασίων ἀναιρεθεὶς τοῦ Χοροσὰν σουλτὰν ἔφθασε κατασχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. Οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοροσὰν ὀξέως τὴν Νίκαιαν κατέλαβον. Τούτους οἱ ἐντὸς Νικαίας θεασάμενοι δημοκρα τοῦντες οἷον περιχαρῶς ἐδέξαντο, καὶ ὁ Πουλχάσης καθά περ τινὰ πατρῷον κλῆρον τὴν Νίκαιαν προθύμως αὐτοῖς παραδίδωσι. Προχειρίζεται δὲ σουλτὰν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. Ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα τῶν τηνικαῦτα ἐν Νικαίᾳ παρόντων μετα πεμψάμενος ἐν αὐτῇ καθίδρυσεν