1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

106

ἀποκαταστήσας τὴν πόλιν ταύτην σουλτάνων, ὡς ἄν τις εἴποι, κατοικητήριον. Οὕτω δὲ τὰ κατὰ τὴν Νίκαιαν οἰκονομήσας τὸν μὲν Πουλχάσην τῆς ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μουχοῦμετ τὴν ἡγεμονίαν τῶν ἐν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπὼν κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.

6.13.1 Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σουλτάνων· ὁ δὲ Ἐλχάνης ἀρχισατράπης μετὰ τῶν ὑπ' αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον (πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐλῄζετο ἅπαντα. Τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ ἀπὸ τῶν παρατυχόντων ἀκατίων (οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναίων εἰσα γαγὼν τὸν Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον, τὴν ἡγεμο νίαν τούτων αὐτῷ ἀναθέμενος κατὰ τοῦ Ἐλχάνη ἐξέ πεμψε. Καταλαβὼν δὲ τὴν Ἀπολλωνιάδα παραχρῆμα ἐπολιόρκει. ∆ι' ἓξ δὲ ἡμερῶν μηδ' ἐν νυξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος κατέσχε τὸν ἔξωθεν τοῦ κάστρου κύκλον, ὅνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. Ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκροπόλεως δυνάμεις ἐλπίζων ἔξωθεν. 6.13.2 Καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιό μαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς δ' ὑπ' αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σῴζοντας, βέλτιον ἔγνω, κἂν μὴ νικῴη, ἀλλά γε τοὺς ὑπ' αὐτὸν ἀσινεῖς διατηρῆσαι. Ἐν στενῷ δὲ κομιδῇ τὰ κατ' αὐτὸν ἐληλακότα συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐχ ὑπολέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλῴζετο. Στοχασάμενος δὲ ὁ Ἐλχάνης τὸν τοῦ Ἀλεξάνδρου σκοπὸνπροκαταλαβὼν τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν ἐν τῷ ποταμῷ γέφυραν, ἐν ᾖ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ' ὀνόματι τοῦ μεγάλου Κων σταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. Τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους ἐπιστήσας ἐφ' ἑκάτερα παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. Ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπ τώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς δεινὸν καὶ μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν τῇ χέρσῳ τὰς νῆας ἐφορ μίσαντες κἀκεῖθεν ἁλλόμενοι περὶ τὴν ἤπειρον ἐξεληλύ θεσαν. Καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων μέγας ἀναρρήγνυται πόλεμος. Καὶ πολλοὶ μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπ τωκότες παρεσύρησαν. 6.13.3 Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν ἧτταν ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ' αὐτῶν ἐξέπεμψεν. Ὃς καὶ τὴν Κύζικον καταλαβὼν ἐξ ἐπιδρομῆς ταύτην κατέσχε· διελὼν δὲ καὶ τῶν ἰδίων ταγμάτων ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν. Οἳ καὶ ἐξ ἐφόδου τοῦτο κατέσχον καὶ τοὺς μὲν τῶν ἐντὸς αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. Ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. 6.13.4 Ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν τὴν μὲν πόλιν ἐθελοντὴς παρα δίδωσιν, αὐτὸς δὲ μετὰ τῶν καθ' αἷμα προσηκόντων αὐτο μολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου, τοῦ ἁγίου φημὶ βαπτίσματος. Ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς ... (ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν) μεμαθηκότες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ